Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §12.26.1-12.26.4

十二表法の完成と地中海世界の平和

120 / 723 箇所 · ギリシア語

要旨

ディオドロスは、ローマにおける十二表法の完成と、その当時に地中海世界全域で広く行き渡っていた平和な情勢について叙述している。

§12.26.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Διφίλου Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Ὁράτιον καὶ Λεύκιον Οὐαλέριον Τούρπινον.
アテナイでディフィロスがアルコンの時、ローマ人はマルクス・ホラティウスとルキウス・ウァレリウス・トゥルピヌスを執政官に任命した。
ἐπὶ δὲ τούτων, ἐν τῇ Ῥώμῃ τῆς νομοθεσίας διὰ τὴν στάσιν ἀσυντελέστου γενομένης, οἱ ὕπατοι συνετέλεσαν αὐτήν·
彼らの任期において、ローマでは内紛のために立法が未完成のままであったが、執政官たちがそれを完成させた。
τῶν γὰρ καλουμένων δώδεκα πινάκων οἱ μὲν δέκα συνετελέσθησαν, τοὺς δʼ ὑπολειπομένους δύο ἀνέγραψαν οἱ ὕπατοι.
いわゆる十二表のうち十表はすでに完成されていたが、残りの二表を執政官たちが起草したのである。
καὶ τελεσθείσης τῆς ὑποκειμένης νομοθεσίας, ταύτην εἰς δώδεκα χαλκοῦς πίνακας χαράξαντες οἱ ὕπατοι προσήλωσαν τοῖς πρὸ τοῦ βουλευτηρίου τότε κειμένοις ἐμβόλοις.
提示された立法が完成すると、執政官たちはこれを十二枚の青銅の板に刻み、当時、議事堂の前に置かれていた演壇に打ち付けた。
ἡ δὲ γραφεῖσα νομοθεσία, βραχέως καὶ ἀπερίττως συγκειμένη, διέμεινε θαυμαζομένη μέχρι τῶν καθʼ ἡμᾶς καιρῶν.
起草されたこの法典は、簡潔かつ無駄なく構成されており、我々の時代に至るまで称賛され続けた。
§12.26.2τούτων δὲ πραττομένων τὰ πλεῖστα τῶν κατὰ τὴν οἰκουμένην ἐθνῶν ἐν ἡσυχίᾳ ὑπῆρχε, πάντων σχεδὸν εἰρήνην ἀγόντων.
これらが実行されている間、居住世界の諸民族の大部分は平穏な状態にあり、ほぼすべての者が平和を享受していた。
οἱ μὲν γὰρ Πέρσαι διττὰς συνθήκας εἶχον πρὸς τοὺς Ἕλληνας, τὰς μὲν πρὸς Ἀθηναίους καὶ τοὺς συμμάχους αὐτῶν, ἐν αἷς ἦσαν αἱ κατὰ τὴν Ἀσίαν Ἑλληνίδες πόλεις αὐτόνομοι, πρὸς δὲ τοὺς Λακεδαιμονίους ὕστερον ἐγράφησαν, ἐν αἷς τοὐναντίον ἦν γεγραμμένον ὑπηκόους εἶναι τοῖς Πέρσαις τὰς κατὰ τὴν Ἀσίαν Ἑλληνίδας πόλεις.
というのも、ペルシア人はギリシア人との間に二重の条約を結んでおり、一方はアテナイ人とその同盟国との間で、そこではアジアのギリシア都市が自治を行うこととされていたが、他方は後にラケダイモン人との間に結ばれたものであり、そこでは逆に、アジアのギリシア都市がペルシア人に服属すると記されていた。
ὁμοίως δὲ καὶ τοῖς Ἕλλησι πρὸς ἀλλήλους ὑπῆρχεν εἰρήνη, συντεθειμένων τῶν Ἀθηναίων καὶ τῶν Λακεδαιμονίων σπονδὰς τριακονταετεῖς.
同様に、ギリシア人同士の間にも平和が存在していた。 アテナイ人とラケダイモン人が三十年の休戦条約を結んでいたからである。
§12.26.3ὁμοίως δὲ καὶ τὰ κατὰ τὴν Σικελίαν εἰρηνικὴν εἶχε κατάστασιν, Καρχηδονίων μὲν πεποιημένων συνθήκας πρὸς Γέλωνα, αὐτῶν δὲ τῶν κατὰ τὴν Σικελίαν πόλεων Ἑλληνίδων τὴν ἡγεμονίαν Συρακοσίοις συγκεχωρηκυιῶν, καὶ τῶν Ἀκραγαντίνων μετὰ τὴν ἧτταν τὴν γενομένην περὶ τὸν Ἱμέραν ποταμὸν συλλελυμένων πρὸς τοὺς Συρακοσίους.
同様に、シケリアの状況も平和な状態にあった。 カルタゴ人がゲロンと条約を結んでおり、シケリアのギリシア都市自身も主導権をシュラコサイ人に譲り渡しており、またアクラガス人もヒメラス川付近での敗北の後にシュラコサイ人と和解していたからである。
§12.26.4ἡσύχαζε δὲ καὶ τὰ κατὰ τὴν Ἰταλίαν ἔθνη καὶ Κελτικήν, ἔτι δʼ Ἰβηρίαν καὶ τὴν ἄλλην σχεδὸν ἅπασαν οἰκουμένην.
イタリアやケルト、さらにはイベリア、そしてそれ以外のほぼ全ての居住世界の諸民族も平穏であった。
διόπερ πολεμικὴ μὲν καὶ ἀξία μνήμης πρᾶξις οὐδεμία συνετελέσθη κατὰ τούτους τοὺς χρόνους, εἰρήνη δὲ μία συνετελέσθη, καὶ πανηγύρεις καὶ ἀγῶνες καὶ θεῶν θυσίαι καὶ τἄλλα τὰ πρὸς εὐδαιμονίαν ἀνήκοντα παρὰ πᾶσιν ἐπεπόλαζεν.
それゆえ、この時期には戦争に関する、また記憶に値するような出来事は一切行われず、ただ一つの平和が達成され、祝祭や競技会、神々への犠牲、その他幸福に属する事柄がすべての人の間で盛んに行われていた。

語釈・文法注

  1. §12.26.1τῆς νομοθεσίας... ἀσυντελέστου γενομένης — 属格独立構文(Genitive Absolute)。原因を導く前置詞句「διὰ τὴν στάσιν」(内紛のために)と組み合わさり、執政官たちが立法を引き継いで完成させるに至った背景事情(または原因)を説明している。
  2. §12.26.1τοῖς πρὸ τοῦ βουλευτηρίου τότε κειμένοις ἐμβόλοις — 名詞「ἐμβόλοις」(本来は船の衝角。ここではローマのロストラ演壇を指すギリシア語訳)が、冠詞「τοῖς」と名詞の間に挟まれた前置詞句「πρὸ τοῦ βουλευτηρίου」、副詞「τότε」、現在分詞「κειμένοις」によって修飾されている、入れ子状の形容詞的修飾構造である。
  3. §12.26.2συντεθειμένων τῶν Ἀθηναίων καὶ τῶν Λακεδαιμονίων σπονδὰς — 属格独立構文。中動態完了分詞「συντεθειμένων」が、その意味上の主語(属格「τῶν Ἀθηναίων καὶ τῶν Λακεδαιμονίων」)を伴いながら、さらに対格の直接目的語「σπονδὰς」(条約、和約)を従えている。
  4. §12.26.3Καρχηδονίων μὲν πεποιημένων... αὐτῶν δὲ... συγκεχωρηκυιῶν, καὶ τῶν Ἀκραγαντίνων... συλλελυμένων — 三つの属格独立構文が「μέν... δέ... καί...」によって並列され、主節が表すシケリアの平和な状況(ειρηνικήν κατάστασιν)をもたらした一連の要因や背景を説明している。すべての分詞が完了時制であり、過去に完了した出来事が現在の平和という結果に結びついていることを示す。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §12.26.1-12.26.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:12.26.1-12.26.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。