§12.25.1ἅμα δʼ ἡμέρᾳ γνωσθείσης τῆς τῶν στρατιωτῶν μισοπονηρίας οἱ μὲν δέκα νομογράφοι βοηθοῦντες τῷ συνάρχοντι συνῆγον πολλοὺς τῶν νέων, ὡς διὰ τῶν ὅπλων κριθησόμενοι·
ἅμα δʼ ἡμέρᾳ 夜が明けると同時に、兵士たちの義憤が知れ渡ると、十人の立法委員たちは同僚を助けるために多くの若者を集めた。 武器によって決着をつけようとするかのように。
μεγάλης δʼ ἐμπεσούσης φιλοτιμίας οἱ χαριέστατοι τῶν πολιτῶν, προορώμενοι τὸ μέγεθος τοῦ κινδύνου, διεπρεσβεύσαντο πρὸς ἀμφοτέρους περὶ συλλύσεως, καὶ μετὰ πολλῆς σπουδῆς ἐδέοντο λῆξαι τῆς στάσεως καὶ μὴ περιβαλεῖν τὴν πατρίδα μεγάλαις συμφοραῖς.
しかし、大きな対立が生じたため、市民の中で最も分別のある人々は、危険の大きさを予見して、和解について両陣営の間を仲介し、多大な熱意をもって、内紛を終息させ、祖国を大きな不幸に陥らせないよう懇願した。
§12.25.2τέλος δὲ πεισθέντων ἁπάντων ὁμολογίας ἔθεντο πρὸς ἀλλήλους, ὥστε δέκα αἱρεῖσθαι δημάρχους μεγίστας ἔχοντας ἐξουσίας τῶν κατὰ τὴν πόλιν ἀρχόντων, καὶ τούτους ὑπάρχειν οἱονεὶ φύλακας τῆς τῶν πολιτῶν ἐλευθερίας· τῶν δὲ κατʼ ἐνιαυτὸν γινομένων ὑπάτων τὸν μὲν ἕνα ἐκ τῶν πατρικίων αἱρεῖσθαι, καὶ τὸν ἕνα πάντως ἀπὸ τοῦ πλήθους καθίστασθαι, ἐξουσίας οὔσης τῷ δήμῳ καὶ ἀμφοτέρους τοὺς ὑπάτους ἐκ τοῦ πλήθους αἱρεῖσθαι.
τέλος δὲ ついに、全員が説得されると、彼らは互いに合意を取り決めた。 その内容は、市の中の政務官たちのうち最大の権限を持つ十人の護民官を選出すること、そして彼らが市民の自由のいわば守護者として存在すること、また、毎年選ばれる執政官のうち、一人はパトリキから選ばれ、もう一人は必ず平民から任命されること、ただし、民衆には両方の執政官を平民から選ぶ権限もあること、とした。
§12.25.3τοῦτο δʼ ἔπραξαν ταπεινῶσαι σπεύδοντες τὴν τῶν πατρικίων ὑπεροχήν·
τοῦτο δʼ ἔπراξαν 彼らがこれを行ったのは、パトリキの優位を弱めることを急いだためであった。
οἱ γὰρ ἄνδρες οὗτοι διά τε τὴν εὐγένειαν καὶ τὸ μέγεθος τῆς ἐκ τῶν προγόνων αὐτοῖς παρακολουθούσης δόξης ὡσεί τινες κύριοι τῆς πόλεως ὑπῆρχον.
というのも、これらの人々は、その高貴な出自と、祖先から受け継がれてきた名声の大きさによって、いわば市の支配者のようになっていたからである。
ἐν δὲ ταῖς ὁμολογίαις προσέκειτο τοῖς ἄρξασι δημάρχοις τὸν ἐνιαυτόν, ἀντικαθιστάναι πάλιν δημάρχους τοὺς ἴσους ἢ τοῦτο μὴ πράξαντας ζῶντας κατακαυθῆναι·
また、合意事項には、一年間任期を務めた護民官たちが後任として同数の護民官を代わりに指名すること、もしこれを行わなければ生きたまま火刑に処されることが付加されていた。
ἐὰν δὲ οἱ δήμαρχοι μὴ συμφωνῶσι πρὸς ἀλλήλους, κύριοι εἶναι τὸν ἀνὰ μέσον κείμενον μὴ κωλύεσθαι.
さらに、もし護民官たちが互いに合意に達しない場合には、中間に介在する者が妨げられないこと(すなわち拒否権の行使が妨げられないこと)とされた。
τὴν μὲν οὖν ἐν Ῥώμῃ στάσιν τοιαύτης συλλύσεως τυχεῖν συνέβη.
こうして、ローマにおける内紛はこのような和解に達することとなった。