§12.23.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Πραξιτέλους Ὀλυμπιὰς μὲν ἤχθη τετάρτη πρὸς ταῖς ὀγδοήκοντα, καθʼ ἣν ἐνίκα στάδιον Κρίσων Ἱμεραῖος, ἐν δὲ τῇ Ῥώμῃ δέκα ἄνδρες κατεστάθησαν νομογράφοι, Πόπλιος Κλώδιος Ῥηγιλλανός, Τίτος Μινύκιος, Σπόριος Οὐετούριος, Γάιος Ἰούλιος, Σουλπίκιος, Πόπλιος Σήστιος, Ῥωμύλος, Σπόριος Ποστούμιος Καλβίνιος.
在雅典由普拉克西特列斯担任执政官时,举行了第八十四届奥林匹克运动会,在此期间喜美拉的克里松赢得了短跑比赛;而在罗马,设立了十人立法委员会,任命了普布利乌斯·克洛迪乌斯·雷吉拉努斯、提图斯·米努基乌斯、斯普里乌斯·维图里乌斯、盖乌斯·尤利乌斯、苏尔皮基乌斯、普布利乌斯·塞斯蒂乌斯、罗米路斯和斯普里乌斯·波斯图米乌斯·卡尔维尼乌斯。
§12.23.2οὗτοι τοὺς νόμους συνετέλεσαν.
这些人完成了法律的制定。
ἐπὶ δὲ τούτων Θούριοι μὲν διαπολεμοῦντες πρὸς Ταραντίνους τὰς ἀλλήλων χώρας ἐπόρθουν καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, καὶ πολλὰς μὲν μικρὰς μάχας καὶ ἀκροβολισμοὺς ἐποιήσαντο, ἀξιόλογον δὲ πρᾶξιν οὐδεμίαν συνετέλεσαν.
在他们任职期间,图里人与塔兰托人持续交战,在陆地和海上互相劫掠领土,虽然进行了许多小规模的战斗和遭遇战,但没有取得任何值得一提的重大战果。