Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §12.10.1-12.10.7

シバリスの再建と新都市トゥリオンの創建

104 / 723 箇所 · ギリシア語

要旨

クロトン人によるシバリスの徹底的な破壊と、その後のアテナイらの協力によるシバリス遺民の再入植、そして新たな都市トゥリオンの創建と都市計画について記述する。

§12.10.1τῶν δὲ Κροτωνιατῶν διὰ τὴν ὀργὴν ζωγρεῖν μὲν μηδένα βουληθέντων, πάντας δὲ κατὰ τὴν φυγὴν τοὺς ὑποπεσόντας ἀποκτεινόντων, οἱ πλείους κατεκόπησαν·
クロトン人たちは怒りのために誰一人として生け捕りにすることを望まず、逃走の際に出くわした者たちを全員殺害したため、大半が惨殺された。
τὴν δὲ πόλιν διήρπασαν καὶ παντελῶς ἔρημον ἐποίησαν.
そして彼らは町を略奪し、完全に無人にした。
§12.10.2ὕστερον δὲ ἔτεσιν ὀκτὼ πρὸς τοῖς πεντήκοντα Θετταλοὶ συνῴκισαν, καὶ μετʼ ὀλίγον ὑπὸ Κροτωνιατῶν ἐξέπεσον κατὰ τοὺς ὑποκειμένους καιρούς.
その五十八年後にテッサリア人たちが共同で入植したが、まもなく該当する時期にクロトン人によって追放された。
§12.10.3καὶ μετὰ βραχὺ μετασταθεῖσα εἰς ἕτερον τόπον προσηγορίας ἑτέρας ἔτυχε, κτιστῶν γενομένων Λάμπωνος καὶ Ξενοκρίτου τοῦτον τὸν τρόπον.
そしてまもなく別の場所に移転して別の名前を得た。 それはラムポンとクセノクリトスが創設者となって、次のような方法でなされた。
οἱ γὰρ τὸ δεύτερον ἐκπεσόντες ἐκ τῆς πατρίδος Συβαρῖται πρέσβεις ἔπεμψαν εἰς τὴν Ἑλλάδα πρὸς Λακεδαιμονίους καὶ Ἀθηναίους, ἀξιοῦντες συνεπιλαβέσθαι τῆς καθόδου καὶ κοινωνῆσαι τῆς ἀποικίας.
なぜなら、祖国から二度目に追放されたシバリス人たちが、ギリシアのラケダイモン人とアテナイ人のもとへ使節を派遣し、帰還の援助と植民への参加を求めたからである。
§12.10.4Λακεδαιμόνιοι μὲν οὖν οὐ προσέσχον αὐτοῖς, Ἀθηναῖοι δὲ συμπράξειν ἐπαγγειλάμενοι, δέκα ναῦς πληρώσαντες ἀπέστειλαν τοῖς Συβαρίταις, ὧν ἡγεῖτο Λάμπων τε καὶ Ξενόκριτος·
ラケダイモン人たちは彼らに応じなかったが、アテナイ人たちは協力を約束し、十隻の船に人員を満たしてシバリス人たちのもとへ送り出した。 それらを率いたのはラムポンとクセノクリトスであった。
ἐκήρυξαν δὲ κατὰ τὰς ἐν Πελοποννήσῳ πόλεις κοινοποιούμενοι τὴν ἀποικίαν τῷ βουλομένῳ μετέχειν τῆς ἀποικίας.
そして彼らはペロポネソスの諸都市で、植民への参加を望む者に対して共同の植民地とすることを布告した。
§12.10.5ὑπακουσάντων δὲ πολλῶν καὶ λαβόντων χρησμὸν παρὰ τοῦ Ἀπόλλωνος, ὅτι δεῖ κτίσαι πόλιν αὐτοὺς ἐν τούτῳ τῷ τόπῳ, ὅπου μέλλουσιν οἰκεῖν " μέτρῳ ὕδωρ πίνοντες, ἀμετρὶ δὲ μᾶζαν ἔδοντες, " κατέπλευσαν εἰς τὴν Ἰταλίαν, καὶ καταντήσαντες εἰς τὴν Σύβαριν ἐζήτουν τὸν τόπον, ὃν ὁ θεὸς ἦν προστεταχὼς κατοικεῖν.
多くの者が応じ、アポロンから、自分たちが住むことになる場所、すなわち「節度をもって水を飲み、計り知れぬほど大麦パンを食べる」場所に都市を創建せねばならぬという神託を受け取ると、彼らはイタリアへと船出し、シバリスに到着すると、神が入植するよう命じた場所を探し求めた。
§12.10.6εὑρόντες δὲ οὐκ ἄπωθεν τῆς Συβάρεως κρήνην ὀνομαζομένην Θουρίαν, ἔχουσαν αὐλὸν χάλκεον, ὃν ἐκάλουν οἱ ἐγχώριοι μέδιμνον, νομίσαντες εἶναι τοῦτον τὸν τόπον τὸν δηλούμενον ὑπὸ τοῦ θεοῦ περιέβαλον τεῖχος, καὶ κτίσαντες πόλιν ὠνόμασαν ἀπὸ τῆς κρήνης Θούριον.
そしてシバリスから遠くないところにトゥリアと呼ばれる泉を見出し、そこには青銅の吐水口があって、それを土地の者がメディムノスと呼んでいたのだが、これこそが神の示された場所であると考えて城壁を巡らせ、都市を創建し、泉の名にちなんでトゥリオンと名付けた。
§12.10.7τὴν δὲ πόλιν διελόμενοι κατὰ μὲν μῆκος εἰς τέτταρας πλατείας, ὧν καλοῦσι τὴν μὲν μίαν Ἡράκλειαν, τὴν δὲ Ἀφροδισίαν, τὴν δὲ Ὀλυμπιάδα, τὴν δὲ Διονυσιάδα, κατὰ δὲ τὸ πλάτος διεῖλον εἰς τρεῖς πλατείας, ὧν ἡ μὲν ὠνομάσθη Ἡρῴα, ἡ δὲ Θουρία, ἡ δὲ Θουρῖνα.
彼らは都市を、縦の方向には四つの大通りに分割し、そのうちの一つをヘラクレイア、もう一つをアプロディシア、もう一つをオリンピアス、もう一つをディオニュシアスと呼び、横の方向には三つの大通りに分割し、そのうちの一つはヘロア、もう一つはトゥリア、もう一つはトゥリナと名付けられた。
τούτων δὲ τῶν στενωπῶν πεπληρωμένων ταῖς οἰκίαις ἡ πόλις ἐφαίνετο καλῶς κατεσκευάσθαι.
これら(大通りに画された)小路が家々で満たされると、都市は美しく整えられているように見えた。

語釈・文法注

  1. §12.10.1ζωγρεῖν μὲν μηδένα βουληθέντων — 属格絶対の内部構造。否定対格の μηδένα は不定詞 ζωγρεῖν の直接目的語であり、分詞 βουληθέντων の意味上の主語は τῶν Κροτωνιατῶν である。「(クロトン人たちが)誰一人として生け捕りにすることを望まなかった」ことを表す。
  2. §12.10.3κτιστῶν γενομένων Λάμπωνος καὶ Ξενοκρίτου τοῦτον τὸν τρόπον — 属格絶対 κτιστῶν γενομένων Λάμπωνος καὶ Ξενοκρίτου(ラムポンとクセノクリトスが創設者となったとき)に、方法を示す副詞的対格である τοῦτον τὸν τρόπον(このようにして)が結合している。
  3. §12.10.5ὅτι δεῖ κτίσαι πόλιν αὐτοὺς — 神託の内容を導く ὅτι 節の中の非人称動詞 δεῖ。対格 αὐτοὺς は、不定詞 κτίσαι の意味上の主語であり、全体として「彼らが都市を創建せねばならないこと」を意味する。
  4. §12.10.7τῶν στενωπῶν πεπληρωμένων ταῖς οἰκίαις — 属格絶対。完了受動分詞 πεπληρωμένων(満たされた)とともに用いられている与格 ταῖς οἰκίαις は、充填の手段・原因を表し、「家々によって」を意味する(通例用いられる属格に代わるものである)。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §12.10.1-12.10.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:12.10.1-12.10.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。