Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §11.92.1-11.92.5

杜凯提乌斯在叙拉古请罪获免

第 93 段,共 723 段 · 希腊语

内容简介

战败的杜凯提乌斯逃往叙拉古并在广场祭坛前寻求庇护,叙拉古人宽大处理免其一死,将其遣送至哥林多度过余生。本卷在叙述到雅典人远征塞浦路斯的前一年时完结。

§11.92.1τέλος δὲ θεωρῶν τοὺς ὑπολοίπους φίλους μέλλοντας αὐτῷ τὰς χεῖρας προσφέρειν, φθάσας αὐτοὺς καὶ νυκτὸς διαδρὰς ἀφίππευσεν εἰς τὰς Συρακούσας.
最后,他察觉到残存的朋友们正企图对他动手,便抢在他们之前于夜间逃走,骑马奔向叙拉古。
ἔτι δὲ νυκτὸς οὔσης παρῆλθεν εἰς τὴν ἀγορὰν τῶν Συρακοσίων, καὶ καθίσας ἐπὶ τῶν βωμῶν ἱκέτης ἐγένετο τῆς πόλεως, καὶ ἑαυτόν τε καὶ τὴν χώραν ἧς ἦν κύριος παρέδωκε τοῖς Συρακοσίοις.
趁着夜色未尽,他进入叙拉古人的广场,坐在祭坛上,成为该城的求庇护者,并将自身以及他所统治的领土全部呈递给叙拉古人。
§11.92.2τοῦ δὲ πλήθους διὰ τὸ παράδοξον συρρέοντος εἰς τὴν ἀγοράν, οἱ μὲν ἄρχοντες συνήγαγον ἐκκλησίαν καὶ προέθηκαν βουλὴν περὶ τοῦ Δουκετίου τί χρὴ πράττειν.
由于这一出人意料的事件,民众纷纷涌入广场,于是官员们召集了公民大会,并就对杜凯提乌斯该如何处理提出了审议。
§11.92.3ἔνιοι μὲν οὖν τῶν δημηγορεῖν εἰωθότων συνεβούλευον κολάζειν ὡς πολέμιον καὶ περὶ τῶν ἡμαρτημένων τὴν προσήκουσαν ἐπιθεῖναι τιμωρίαν· οἱ δὲ χαριέστατοι τῶν πρεσβυτέρων παριόντες ἀπεφαίνοντο σώζειν τὸν ἱκέτην, καὶ τὴν τύχην καὶ τὴν νέμεσιν τῶν θεῶν ἐντρέπεσθαι·
因此,一些习惯于发表公众演说的人建议,应将他作为敌人予以惩罚,并对其罪行施加应有的惩罚;然而,长老中最有德望的人们走上前去,表明应该拯救求庇护者,并敬畏命运与神明的惩罚。
δεῖν γὰρ σκοπεῖν οὐ τί παθεῖν ἄξιός ἐστι Δουκέτιος, ἀλλὰ τί πρέπει πρᾶξαι Συρακοσίοις· ἀποκτεῖναι γὰρ τὸν πεπτωκότα τῇ τύχῃ μὴ προσῆκον, σώζειν δʼ ἅμα τὴν πρὸς τοὺς θεοὺς εὐσέβειαν καὶ τὸν ἱκέτην ἄξιον εἶναι τῆς τοῦ δήμου μεγαλοψυχίας.
因为他们认为,不应考虑杜凯提乌斯配受何种惩罚,而应考虑叙拉古人应当如何行事;因为杀死一个被命运击倒的人是不妥当的,而在保持对神明虔敬的同时拯救求庇护者,才配得上民众的宽宏大度。
§11.92.4ὁ δὲ δῆμος ὥσπερ τινὶ μιᾷ φωνῇ σώζειν πάντοθεν ἐβόα τὸν ἱκέτην.
民众仿佛用同一种声音,从四面八方呼喊着要拯救求庇护者。
Συρακόσιοι μὲν οὖν ἀπολύσαντες τῆς τιμωρίας τὸν Δουκέτιον ἐξέπεμψαν εἰς τὴν Κόρινθον, καὶ ἐνταῦθα προστάξαντες καταβιοῦν τὴν ἱκανὴν αὐτῷ χορηγίαν συναπέστειλαν.
于是,叙拉古人免除了对杜凯提乌斯的惩罚,将他送往哥林多,并命令他在那里度过余生,同时送去了充足的财物以维持其生活。
§11.92.5ἡμεῖς δὲ παρόντες ἐπὶ τὸν προηγούμενον ἐνιαυτὸν τῆς Ἀθηναίων στρατείας ἐπὶ Κύπρον Κίμωνος ἡγουμένου, κατὰ τὴν ἐν ἀρχῇ πρόθεσιν αὐτοῦ περιγράφομεν τήνδε τὴν βίβλον.
我们现在已经叙述到了在西蒙统帅下雅典人远征塞浦路斯的前一年,按照我们最初设定的计划,在此结束本卷。

词汇与语法注释

  1. 11.92.1φθάσας αὐτοὺς — 分词 φθάσας(源自 φθάνω,“先于、抢先”)带宾格宾语 αὐτούς(“他们”,指企图加害他的朋友们),表示随后的“夜间逃走(νυκτὸς διαδράς)”抢在他们的行动之前发生。
  2. 11.92.3ἀποκτεῖναι γὰρ τὸν πεπτωκότα τῇ τύχῃ μὴ προσῆκον — 在由 ἀπεφαίνοντο(“表明”)引导的间接引语中,无人称分词中性单数 προσῆκον(源自 προσήκει,“是适当的”)之后省略了不定式 εἶναι。不定式 ἀποκτεῖναι(“杀死”)作为该结构的主语,带宾格宾语 τὸν πεπτωκότα τῇ τύχῃ(“被命运击倒的人”),并与后文的 σώζειν δʼ ἅμα... ἄξιον εἶναι 形成对比。
  3. 11.92.5παρόντες ἐπὶ τὸν προηγούμενον ἐνιαυτὸν — 分词 παρόντες(源自 记作 πάρειμι,“到达、至”)与介词 ἐπί 及宾格连用,表示历史叙述已进行到了特定的年代(即雅典人远征塞浦路斯的前一年)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §11.92.1-11.92.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:11.92.1-11.92.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。