Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §11.91.1-11.91.4

杜凯提乌斯的攻势与诺迈战役之败

第 92 段,共 723 段 · 希腊语

内容简介

锡凯里人领袖杜凯提乌斯占领了埃特纳并包围莫蒂翁,但在诺迈的大战中惨败于叙拉古人,陷入极度孤立与绝望之中。

§11.91.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀντιδότου Ῥωμαῖοι κατέστησαν ὑπάτους Λεύκιον Ποστούμιον καὶ Μάρκον Ὁράτιον.
当安提多托斯在雅典担任执政官时,罗马人任命卢基乌斯·波斯图米乌斯与马尔库斯·奥拉提乌斯为执政官。
ἐπὶ δὲ τούτων Δουκέτιος ὁ τῶν Σικελῶν ἔχων τὴν ἡγεμονίαν Αἴτνην μὲν κατελάβετο, τὸν ἡγούμενον αὐτῆς δολοφονήσας, εἰς δὲ τὴν Ἀκραγαντίνων χώραν ἀναζεύξας μετὰ δυνάμεως Μότυον φρουρούμενον ὑπὸ τῶν Ἀκραγαντίνων ἐπολιόρκησε·
在他们的任期内,掌握锡凯里人领导权的杜凯提乌斯暗杀了埃特纳的领袖并占领了该地,随后亲率军队进入阿克拉加斯人的领土,包围了由阿克拉加斯人防守的莫蒂翁。
τῶν δὲ Ἀκραγαντίνων καὶ Συρακοσίων ἐπιβοηθησάντων, συνάψας μάχην καὶ προτερήσας ἐξήλασεν ἀμφοτέρους ἐκ τῶν στρατοπέδων.
尽管阿克拉加斯人和叙拉古人赶来救援,他还是与他们交战并取得优势,将双方都逐出了营地。
§11.91.2καὶ τότε μὲν τοῦ χειμῶνος ἐνισταμένου διεχωρίσθησαν εἰς τὴν οἰκείαν, οἱ δὲ Συρακόσιοι τὸν στρατηγὸν Βόλκωνα, τῆς ἥττης αἴτιον ὄντα καὶ δόξαντα λάθρᾳ συμπράττειν τῷ Δουκετίῳ, καταδικάσαντες ὡς προδότην ἀπέκτειναν.
当时,由于冬季临近,他们各自返回了家园;但叙拉古人判定他们的将军波尔孔犯有叛国罪并将其处死,因为他是战败的祸首,且被认为暗中与杜凯提乌斯勾结。
τοῦ θέρους δὲ ἀρχομένου στρατηγὸν ἕτερον κατέστησαν, ᾧ δύναμιν ἀξιόλογον δόντες προσέταξαν καταπολεμῆσαι Δουκέτιον.
入夏之初,他们任命了另一位将军,并交给他一支强大的军队,命令他去征讨杜凯提乌斯。
§11.91.3οὗτος δὲ πορευθεὶς μετὰ τῆς δυνάμεως κατέλαβε τὸν Δουκέτιον στρατοπεδεύοντα περὶ τὰς Νομάς·
这位将军率军出发,追上了在诺迈附近驻扎的杜凯提乌斯。
γενομένης δὲ παρατάξεως μεγάλης, καὶ πολλῶν παρʼ ἀμφοτέροις πιπτόντων, μόγις Συρακόσιοι βιασάμενοι τοὺς Σικελοὺς ἐτρέψαντο, καὶ κατὰ τὴν φυγὴν πολλοὺς ἀνεῖλον.
双方发生了一场大战,两军均伤亡惨重,但叙拉古人艰难地击退了锡凯里人并使其溃败,在追击中歼灭了许多人。
τῶν δὲ διαφυγόντων οἱ πλείους μὲν εἰς τὰ φρούρια τῶν Σικελῶν διεσώθησαν, ὀλίγοι δὲ μετὰ Δουκετίου τῶν αὐτῶν ἐλπίδων μετέχειν προείλοντο.
在逃脱的人中,大多数安全退入锡凯里人的堡垒,只有少数人选择与杜凯提乌斯同甘共苦。
§11.91.4ἅμα δὲ τούτοις πραττομένοις Ἀκραγαντῖνοι τὸ Μότυον φρούριον κατεχόμενον ὑπὸ τῶν μετὰ Δουκετίου Σικελῶν ἐξεπολιόρκησαν, καὶ τὴν δύναμιν ἀπαγαγόντες πρὸς τοὺς Συρακοσίους νενικηκότας ἤδη κοινῇ κατεστρατοπέδευσαν.
在此期间,阿克拉加斯人包围并攻占了由杜凯提乌斯麾下锡凯里人控制的莫蒂翁堡垒,并率军前往与已经获胜的叙拉古人会合,共同安营扎寨。
Δουκέτιος δὲ διὰ τὴν ἧτταν τοῖς ὅλοις συντριβείς, καὶ τῶν στρατιωτῶν αὐτὸν τῶν μὲν καταλειπόντων, τῶν δʼ ἐπιβουλευόντων, εἰς τὴν ἐσχάτην ἦλθεν ἀπόγνωσιν.
而杜凯提乌斯因战败而彻底崩溃,由于他的士兵中有的抛弃了他,有的在暗中图谋加害他,他陷入了极度的绝望之中。

词汇与语法注释

  1. §11.91.1τὸν ἡγούμενον αὐτῆς δολοφονήσας — 代词 αὐτῆς(阴性属格单数)的前项是前面的阴性名词城市名 Αἴτνην(埃特纳)。意为“暗杀了该地[埃特纳]的领袖”。
  2. §11.91.2δόξαντα λάθρᾳ συμπράττειν τῷ Δουκετίῳ — δόξαντα 是 δοκέω 的宾格分词(与主句的宾语 Βόλκωνα 一致),表示“被认为……”。它带不定式 συμπράττειν(协助、勾结),而不定式又支配与格的 τῷ Δουκετίῳ。
  3. §11.91.3τῶν αὐτῶν ἐλπίδων μετέχειν — 动词 μετέχω(参与、分享)支配属格,因此 τῶν αὐτῶν ἐλπίδων 为属格。这里的 ἐλπίς(希望、期待)指的是战败后不确定的“命运”或“前景”。
  4. §11.91.4τῶν στρατιωτῶν αὐτὸν τῶν μὲν καταλειπόντων, τῶν δʼ ἐπιβουλευόντων — 在此属格独立结构中,表示整体的 τῶν στρατιωτῶν(士兵们之中)之下,表示部分的 τῶν μὲν ... τῶν δʼ 并列充当分词的主语。αὐτόν(他)是两个现在分词(καταλειπόντων 与 ἐπιβουλευόντων)共同的宾格宾语。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §11.91.1-11.91.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:11.91.1-11.91.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。