§11.92.1τέλος δὲ θεωρῶν τοὺς ὑπολοίπους φίλους μέλλοντας αὐτῷ τὰς χεῖρας προσφέρειν, φθάσας αὐτοὺς καὶ νυκτὸς διαδρὰς ἀφίππευσεν εἰς τὰς Συρακούσας.
そしてついに、残された友たちが自分に手を下そうとしているのを察知すると、彼は彼らに先んじて夜の間に逃亡し、シュラクサイへと馬を走らせた。
ἔτι δὲ νυκτὸς οὔσης παρῆλθεν εἰς τὴν ἀγορὰν τῶν Συρακοσίων, καὶ καθίσας ἐπὶ τῶν βωμῶν ἱκέτης ἐγένετο τῆς πόλεως, καὶ ἑαυτόν τε καὶ τὴν χώραν ἧς ἦν κύριος παρέδωκε τοῖς Συρακοσίοις.
まだ夜が明けないうちに、彼はシュラクサイ人のアゴラに入り、祭壇の上に座ってこの市の嘆願者となり、自身と、自分が支配していた領地をシュラクサイ人に引き渡した。
§11.92.2τοῦ δὲ πλήθους διὰ τὸ παράδοξον συρρέοντος εἰς τὴν ἀγοράν, οἱ μὲν ἄρχοντες συνήγαγον ἐκκλησίαν καὶ προέθηκαν βουλὴν περὶ τοῦ Δουκετίου τί χρὴ πράττειν.
この予期せぬ出来事のために群衆がアゴラに押し寄せると、役人たちは民会を招集し、ドゥケティオスに関して何をなすべきかについての審議を提出した。
§11.92.3ἔνιοι μὲν οὖν τῶν δημηγορεῖν εἰωθότων συνεβούλευον κολάζειν ὡς πολέμιον καὶ περὶ τῶν ἡμαρτημένων τὴν προσήκουσαν ἐπιθεῖναι τιμωρίαν·
そこで、民衆を前に演説することに慣れている者たちの一部は、彼を敵として処罰し、その犯した過ちに対して相応の刑罰を科すよう勧告した。
οἱ δὲ χαριέστατοι τῶν πρεσβυτέρων παριόντες ἀπεφαίνοντο σώζειν τὸν ἱκέτην, καὶ τὴν τύχην καὶ τὴν νέμεσιν τῶν θεῶν ἐντρέπεσθαι·
しかし、長老たちのうちで最も見識のある者たちが進み出て、嘆願者を救い、運命と神々の復讐を敬うべきだと意見を述べた。
δεῖν γὰρ σκοπεῖν οὐ τί παθεῖν ἄξιός ἐστι Δουκέτιος, ἀλλὰ τί πρέπει πρᾶξαι Συρακοσίοις·
というのも、ドゥケティオスがどのような目にあうにふさわしいかではなく、シュラクサイ人にとって何をなすのがふさわしいかを考慮せねばならないからである。
ἀποκτεῖναι γὰρ τὸν πεπτωκότα τῇ τύχῃ μὴ προσῆκον, σώζειν δʼ ἅμα τὴν πρὸς τοὺς θεοὺς εὐσέβειαν καὶ τὸν ἱκέτην ἄξιον εἶναι τῆς τοῦ δήμου μεγαλοψυχίας.
運命によって打ち倒された者を殺すのは正しくなく、神々に対する敬虔さを保ちつつ嘆願者を救うことこそが、民衆の寛大さにふさわしいからである。
§11.92.4ὁ δὲ δῆμος ὥσπερ τινὶ μιᾷ φωνῇ σώζειν πάντοθεν ἐβόα τὸν ἱκέτην.
すると民衆は、あたかも一つの声であるかのように、四方から嘆願者を救えと叫んだ。
Συρακόσιοι μὲν οὖν ἀπολύσαντες τῆς τιμωρίας τὸν Δουκέτιον ἐξέπεμψαν εἰς τὴν Κόρινθον, καὶ ἐνταῦθα προστάξαντες καταβιοῦν τὴν ἱκανὴν αὐτῷ χορηγίαν συναπέστειλαν.
こうしてシュラクサイ人はドゥケティオスを処罰から免じてコリントスへと送り出し、そこで生涯を送るよう命じるとともに、彼に十分な生活費を添えて送った。
§11.92.5ἡμεῖς δὲ παρόντες ἐπὶ τὸν προηγούμενον ἐνιαυτὸν τῆς Ἀθηναίων στρατείας ἐπὶ Κύπρον Κίμωνος ἡγουμένου, κατὰ τὴν ἐν ἀρχῇ πρόθεσιν αὐτοῦ περιγράφομεν τήνδε τὴν βίβλον.
我々は、キモンの指揮によるアテナイ人のキプロス遠征の前年に到達したので、冒頭に立てた計画に従って、この巻をここに締めくくる。