§11.91.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀντιδότου Ῥωμαῖοι κατέστησαν ὑπάτους Λεύκιον Ποστούμιον καὶ Μάρκον Ὁράτιον. ἐπὶ δὲ τούτων Δουκέτιος ὁ τῶν Σικελῶν ἔχων τὴν ἡγεμονίαν Αἴτνην μὲν κατελάβετο, τὸν ἡγούμενον αὐτῆς δολοφονήσας, εἰς δὲ τὴν Ἀκραγαντίνων χώραν ἀναζεύξας μετὰ δυνάμεως Μότυον φρουρούμενον ὑπὸ τῶν Ἀκραγαντίνων ἐπολιόρκησε·
アテナイにおいてアンティドトスがアルコンであり、ローマにおいてはルキウス・ポストゥミウスとマルクス・ホラティウスが執政官に任命された時、これら[の執政官]の任期中に、シケロイ人の指導権を握っていたドゥケティオスは、アイトナの指導者を暗殺して同地を占領し、さらに軍勢を率いてアクラガス人の領土へと移動すると、アクラガス人によって守備されていたモテュオンを包囲した。
τῶν δὲ Ἀκραγαντίνων καὶ Συρακοσίων ἐπιβοηθησάντων, συνάψας μάχην καὶ προτερήσας ἐξήλασεν ἀμφοτέρους ἐκ τῶν στρατοπέδων.
アクラガス人とシュラクサイ人が救援に赴いたが、[ドゥケティオスは]戦いを交えて勝利を収め、両者をその陣営から追い払った。
§11.91.2καὶ τότε μὲν τοῦ χειμῶνος ἐνισταμένου διεχωρίσθησαν εἰς τὴν οἰκείαν, οἱ δὲ Συρακόσιοι τὸν στρατηγὸν Βόλκωνα, τῆς ἥττης αἴτιον ὄντα καὶ δόξαντα λάθρᾳ συμπράττειν τῷ Δουκετίῳ, καταδικάσαντες ὡς προδότην ἀπέκτειναν.
そして、その時は冬が近づいていたので、彼らはそれぞれの故郷へと引き揚げたが、シュラクサイ人は、敗北の原因であり、ドゥケティオスと密かに通謀していると見なされた将軍ボルコンを、裏切り者として有罪判決を下して処刑した。
τοῦ θέρους δὲ ἀρχομένου στρατηγὸν ἕτερον κατέστησαν, ᾧ δύναμιν ἀξιόλογον δόντες προσέταξαν καταπολεμῆσαι Δουκέτιον.
夏が始まると、彼らは別の将軍を任命し、彼に少なからぬ軍勢を与えて、ドゥケティオスを討伐するよう命じた。
§11.91.3οὗτος δὲ πορευθεὶς μετὰ τῆς δυνάμεως κατέλαβε τὸν Δουκέτιον στρατοπεδεύοντα περὶ τὰς Νομάς·
この将軍は軍勢とともに進軍し、ノマイの周辺に陣を敷いていたドゥケティオスに追いついた。
γενομένης δὲ παρατάξεως μεγάλης, καὶ πολλῶν παρʼ ἀμφοτέροις πιπτόντων, μόγις Συρακόσιοι βιασάμενοι τοὺς Σικελοὺς ἐτρέψαντο, καὶ κατὰ τὴν φυγὴν πολλοὺς ἀνεῖλον.
大戦闘が起こり、両軍で多くの者が倒れたが、シュラクサイ人はかろうじてシケロイ人を圧倒して敗走させ、逃走する彼らを多く殺害した。
τῶν δὲ διαφυγόντων οἱ πλείους μὲν εἰς τὰ φρούρια τῶν Σικελῶν διεσώθησαν, ὀλίγοι δὲ μετὰ Δουκετίου τῶν αὐτῶν ἐλπίδων μετέχειν προείλοντο.
逃げ延びた者のうち、大部分はシケロイ人の砦に逃げ込んで安全を得たが、わずかな者たちだけが、ドゥケティオスとともに同じ希望を分かち合うことを選んだ。
§11.91.4ἅμα δὲ τούτοις πραττομένοις Ἀκραγαντῖνοι τὸ Μότυον φρούριον κατεχόμενον ὑπὸ τῶν μετὰ Δουκετίου Σικελῶν ἐξεπολιόρκησαν, καὶ τὴν δύναμιν ἀπαγαγόντες πρὸς τοὺς Συρακοσίους νενικηκότας ἤδη κοινῇ κατεστρατοπέδευσαν.
これらが行われているのと同時に、アクラガス人はドゥケティオスの配下のシケロイ人によって占拠されていたモテュオンの砦を包囲して奪取し、軍勢を引き連れて、すでに勝利を収めていたシュラクサイ人たちのもとへ合流し、共同で陣を敷いた。
Δουκέτιος δὲ διὰ τὴν ἧτταν τοῖς ὅλοις συντριβείς, καὶ τῶν στρατιωτῶν αὐτὸν τῶν μὲν καταλειπόντων, τῶν δʼ ἐπιβουλευόντων, εἰς τὴν ἐσχάτην ἦλθεν ἀπόγνωσιν.
一方、ドゥケティオスは敗北によって完全に打ちのめされ、兵士たちのうち、ある者は彼を見捨て、ある者は彼に対して陰謀を企てていたため、極度の絶望に陥った。