Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §11.84.1-11.84.8

托尔米德斯的伯罗奔尼撒远征与谋略

第 85 段,共 723 段 · 希腊语

内容简介

在卡里亚斯担任雅典执政官之年,托尔米德斯为了与妙罗尼德斯的名声竞争,策划了对拉科尼亚的远征。他通过巧妙的策略召集了大量志愿兵并起航,蹂躏了斯巴达的领土,并将美塞尼亚人安置在纳乌帕克托斯。

§11.84.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Καλλίου παρὰ μὲν Ἠλείοις Ὀλυμπιὰς ἤχθη μία πρὸς ταῖς ὀγδοήκοντα, καθʼ ἣν ἐνίκα στάδιον Πολύμναστος Κυρηναῖος, ἐν Ῥώμῃ δʼ ὑπῆρχον ὕπατοι Σερούιος Σουλπίκιος καὶ Πούπλιος Οὐολούμνιος Ἀμεντῖνος.
在雅典由卡里亚斯担任执政官时,埃利斯人举办了第八十一届奥林匹克运动会,在这一届运动会上,基rene的波吕姆纳斯托斯赢得了短跑比赛(stadion)的冠军,而在罗马,塞鲁维乌斯·苏尔皮基乌斯和普布利乌斯·沃鲁姆尼乌斯·阿门蒂努斯担任执政官。
§11.84.2ἐπὶ δὲ τούτων Τολμίδης ὁ τεταγμένος ἐπὶ τῆς ναυτικῆς δυνάμεως, ἁμιλλώμενος πρὸς τὴν Μυρωνίδου ἀρετήν τε καὶ δόξαν, ἔσπευδεν ἀξιόλογόν τι κατεργάσασθαι.
在这些执政官任内,受命指挥海军力量的托尔米德斯,为了与妙罗尼德斯的英勇和声誉竞争,急于建树一些值得称道的功绩。
§11.84.3διὸ καὶ κατʼ ἐκείνους τοὺς καιροὺς μηδενὸς πρότερον πεπορθηκότος τὴν Λακωνικήν, παρεκάλεσε τὸν δῆμον δῃῶσαι τὴν τῶν Σπαρτιατῶν χώραν, ἐπηγγέλλετο δὲ χιλίους ὁπλίτας παραλαβὼν εἰς τὰς τριήρεις μετὰ τούτων πορθήσειν μὲν τὴν Λακωνικήν, ταπεινώσειν δὲ τὴν τῶν Σπαρτιατῶν δόξαν.
因此,在那个时期,由于此前从未有人蹂躏过拉科尼亚,他便鼓动民众去荒废斯巴达人的土地,并许诺如果他带领一千名重装步兵登上三段舵船,他将同这些人一起蹂躏拉科尼亚,并贬抑斯巴达人的名望。
§11.84.4συγχωρησάντων δὲ τῶν Ἀθηναίων, βουλόμενος λαθραίως πλείονας ὁπλίτας ἐξαγαγεῖν, τεχνάζεταί τι τοιοῦτον.
雅典人同意之后,他希望暗中带走更多的重装步兵,于是策划了这样一个计谋。
οἱ μὲν πολῖται διελάμβανον αὐτὸν καταλέξειν εἰς τὴν στρατιὰν τῶν νέων τοὺς ἀκμάζοντας ταῖς ἡλικίαις καὶ τοῖς σώμασιν εὐρωστοτάτους· ὁ δὲ Τολμίδης σπεύδων μὴ μόνον τοὺς τεταγμένους χιλίους ἐξαγαγεῖν εἰς τὴν στρατείαν, προσιὼν ἑκάστῳ τῶν νέων καὶ τῇ ῥώμῃ διαφερόντων ἔλεγεν ὡς μέλλει καταλέγειν αὐτόν·
市民们本以为他会在青年中征集那些正值盛年且身体最强壮的人入伍;但托尔米德斯企图不单只带走规定的一千人去远征,他接近每一个力量出众的青年,声称自己打算征召他。
κρεῖττον οὖν ἔφησεν ἐθελοντὴν στρατεύειν μᾶλλον ἢ διὰ τῶν καταλόγων ἀναγκασθῆναι δοκεῖν.
因此,他说,自愿参军显然比显得因征兵名册被迫参军要好。
§11.84.5ἐπεὶ δὲ πλείους τῶν τρισχιλίων τούτῳ τῷ λόγῳ συνέπεισεν ἐθελοντὴν ἀπογράφεσθαι, τοὺς δὲ λοιποὺς οὐκέτι σπεύδοντας ἑώρα, τότε τοὺς ὡμολογημένους χιλίους κατέλεξεν ἐκ τῶν ἄλλων.
当他用这番话劝服了三千多人自愿登记入伍,并看到其余的人不再急着报名时,他便从其他人中征召了约定的一千人。
§11.84.6ὡς δʼ αὐτῷ καὶ τἄλλα τὰ πρὸς τὴν στρατείαν ἡτοίμαστο, πεντήκοντα μὲν τριήρεσιν ἀνήχθη καὶ τετρακισχιλίοις ὁπλίταις, καταπλεύσας δὲ τῆς Λακωνικῆς εἰς Μεθώνην, τοῦτο μὲν τὸ χωρίον εἷλε, τῶν δὲ Λακεδαιμονίων βοηθησάντων ἀνέζευξε, καὶ παραπλεύσας εἰς τὸ Γύθειον, ἐπίνειον τῶν Λακεδαιμονίων, χειρωσάμενος δὲ καὶ ταύτην τὴν πόλιν καὶ τὰ νεώρια τῶν Λακεδαιμονίων ἐμπρήσας, τὴν χώραν ἐδῄωσεν.
当他为远征所做的其他准备工作也已就绪时,他率领五十艘三段舵船和四千名重装步兵启航,驶抵拉科尼亚的梅托内,攻占了这个地方,但在拉刻代蒙人前来救援时他撤兵了。 随后他沿岸航行至拉刻代蒙人的军港吉提翁,征服了这座城市,烧毁了拉刻代蒙人的船坞,并蹂躏了该地。
§11.84.7ἐκεῖθεν δὲ ἀναχθεὶς ἔπλευσε τῆς Κεφαλληνίας εἰς Ζάκυνθον· ταύτην δὲ χειρωσάμενος καὶ πάσας τὰς ἐν τῇ Κεφαλληνίᾳ πόλεις προσαγαγόμενος, εἰς τὸ πέραν διέπλευσε καὶ κατῆρεν εἰς Ναύπακτον.
他从那里启航,驶向凯法利尼亚的扎金索斯;在征服了这里并争取到凯法利尼亚的所有城市后,他渡海前往对岸,停靠在纳乌帕克托斯。
ὁμοίως δὲ καὶ ταύτην ἐξ ἐφόδου λαβών, κατῴκισεν εἰς ταύτην Μεσσηνίων τοὺς ἐπισήμους, ὑποσπόνδους ὑπὸ Λακεδαιμονίων ἀφεθέντας·
他同样通过一举袭击占领了这座城市,并将被拉刻代蒙人在休战条约下释放的美塞尼亚人中的显贵人士安置于此。
§11.84.8κατὰ γὰρ τὸν αὐτὸν χρόνον οἱ Λακεδαιμόνιοι πρὸς τοὺς Εἵλωτας καὶ Μεσσηνίους πεπολεμηκότες ἐπὶ πλέον, τότε κρατήσαντες ἀμφοτέρων τοὺς μὲν ἐξ Ἰθώμης ὑποσπόνδους ἀφῆκαν, καθότι προείρηται, τῶν δʼ Εἱλώτων τοὺς αἰτίους τῆς ἀποστάσεως κολάσαντες τοὺς ἄλλους κατεδουλώσαντο.
因为在同一时期,拉刻代蒙人与黑劳士及美塞尼亚人进行了长期的战争,那时他们战胜了双方,并在休战条约下释放了来自伊托梅的人(正如前文所述),同时惩罚了黑劳士中对叛乱负有责任的人,并奴役了其余的人。

词汇与语法注释

  1. §11.84.4σπεύδων μὴ μόνον τοὺς τεταγμένους χιλίους ἐξαγαγεῖν — 分词 `σπεύδων` 在此意为“急切”或“企图”,后接不定式 `ἐξαγαγεῖν`。否定词 `μή` 否定该不定式,表示托尔米德斯企图“不单只带走”法定的一千名重装步兵(而是想带走更多人)。
  2. §11.84.4μᾶλλον ἢ διὰ τῶν καταλόγων ἀναγκασθῆναι δοκεῖν — `δοκεῖν`(显得、被认为)在此具有“显现出……”或“被视为……”的含义。整句形成对比:“比起由于征兵名册而显得像是被迫参军(即显得是被迫服役),自愿参军显然更好”。
  3. §11.84.5τοὺς δὲ λοιποὺς οὐκέτι σπεύδοντας ἑώρα — 分词 `σπεύδοντας` 与前文中用于托尔米德斯的 `σπεύδων` 不同,在此意为“急于(自愿报名)”或“热切”,作为感官动词 `ἑώρα` 的补充分词,表示“他看到其余的人不再急着(自愿报名)”。
  4. §11.84.6τῆς Λακωνικῆς εἰς Μεθώνην — 属格 `τῆς Λακωνικῆς` 是部分属格(表示地名所属的属格),限定了目的地的归属区域,即“(属于)拉科尼亚地方的梅托内”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §11.84.1-11.84.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:11.84.1-11.84.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。