§11.84.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Καλλίου παρὰ μὲν Ἠλείοις Ὀλυμπιὰς ἤχθη μία πρὸς ταῖς ὀγδοήκοντα, καθʼ ἣν ἐνίκα στάδιον Πολύμναστος Κυρηναῖος, ἐν Ῥώμῃ δʼ ὑπῆρχον ὕπατοι Σερούιος Σουλπίκιος καὶ Πούπλιος Οὐολούμνιος Ἀμεντῖνος.
アテナイでカリアスが執政官のとき、エリス人の間では第81回オリンピア競技会が催され、その際キュレネのポリュムナストスがスタディオン競走で優勝した。 ローマではセルウィウス・スルピキウスとプブリウス・ウォルムニウス・アメンティヌスが執政官であった。
§11.84.2ἐπὶ δὲ τούτων Τολμίδης ὁ τεταγμένος ἐπὶ τῆς ναυτικῆς δυνάμεως, ἁμιλλώμενος πρὸς τὴν Μυρωνίδου ἀρετήν τε καὶ δόξαν, ἔσπευδεν ἀξιόλογόν τι κατεργάσασθαι.
彼らのもとで、海軍部隊を指揮していたトルミデスは、ミュロニデスの武勇と名声に対抗しようと、何か注目に値する偉業を成し遂げようと努めていた。
§11.84.3διὸ καὶ κατʼ ἐκείνους τοὺς καιροὺς μηδενὸς πρότερον πεπορθηκότος τὴν Λακωνικήν, παρεκάλεσε τὸν δῆμον δῃῶσαι τὴν τῶν Σπαρτιατῶν χώραν, ἐπηγγέλλετο δὲ χιλίους ὁπλίτας παραλαβὼν εἰς τὰς τριήρεις μετὰ τούτων πορθήσειν μὲν τὴν Λακωνικήν, ταπεινώσειν δὲ τὴν τῶν Σπαρτιατῶν δόξαν.
それゆえ、その時期、それまで誰もラコニカ地方を略奪したことがなかったので、彼は民衆にスパルタ人の土地を荒廃させるよう促し、重装歩兵千人を三段櫂船に乗せて、彼らとともにラコニカ地方を略奪し、スパルタ人の名声を失墜させることを約束した。
§11.84.4συγχωρησάντων δὲ τῶν Ἀθηναίων, βουλόμενος λαθραίως πλείονας ὁπλίτας ἐξαγαγεῖν, τεχνάζεταί τι τοιοῦτον.
アテナイ人たちがこれを承認すると、彼は密かにより多くの重装歩兵を連れ出そうと考え、次のような策略を弄した。
οἱ μὲν πολῖται διελάμβανον αὐτὸν καταλέξειν εἰς τὴν στρατιὰν τῶν νέων τοὺς ἀκμάζοντας ταῖς ἡλικίαις καὶ τοῖς σώμασιν εὐρωστοτάτους·
市民たちは、彼が若者のうち年齢が全盛期にあり肉体的に最も頑強な者たちを軍に召集するだろうと考えていた。
ὁ δὲ Τολμίδης σπεύδων μὴ μόνον τοὺς τεταγμένους χιλίους ἐξαγαγεῖν εἰς τὴν στρατείαν, προσιὼν ἑκάστῳ τῶν νέων καὶ τῇ ῥώμῃ διαφερόντων ἔλεγεν ὡς μέλλει καταλέγειν αὐτόν·
しかし、トルミデスは、割り当てられた千人だけでなく多くの者を遠征に連れ出そうと努め、若者たちのうち強健さで傑出している者たち一人一人に近づいて、自分が彼を召集するつもりであると言った。
κρεῖττον οὖν ἔφησεν ἐθελοντὴν στρατεύειν μᾶλλον ἢ διὰ τῶν καταλόγων ἀναγκασθῆναι δοκεῖν.
それゆえ、徴兵名簿によって強制されたと思われるよりは、志願して従軍する方が良い、と彼は言った。
§11.84.5ἐπεὶ δὲ πλείους τῶν τρισχιλίων τούτῳ τῷ λόγῳ συνέπεισεν ἐθελοντὴν ἀπογράφεσθαι, τοὺς δὲ λοιποὺς οὐκέτι σπεύδοντας ἑώρα, τότε τοὺς ὡμολογημένους χιλίους κατέλεξεν ἐκ τῶν ἄλλων.
この言葉によって三千人以上の人々を志願者として登録させることに成功し、残りの者たちがもはや急いで志願しようとはしていないのを見ると、そのとき彼は、約束された千人を他の者たちの中から召集した。
§11.84.6ὡς δʼ αὐτῷ καὶ τἄλλα τὰ πρὸς τὴν στρατείαν ἡτοίμαστο, πεντήκοντα μὲν τριήρεσιν ἀνήχθη καὶ τετρακισχιλίοις ὁπλίταις, καταπλεύσας δὲ τῆς Λακωνικῆς εἰς Μεθώνην, τοῦτο μὲν τὸ χωρίον εἷλε, τῶν δὲ Λακεδαιμονίων βοηθησάντων ἀνέζευξε, καὶ παραπλεύσας εἰς τὸ Γύθειον, ἐπίνειον τῶν Λακεδαιμονίων, χειρωσάμενος δὲ καὶ ταύτην τὴν πόλιν καὶ τὰ νεώρια τῶν Λακεδαιμονίων ἐμπρήσας, τὴν χώραν ἐδῄωσεν.
彼にとって遠征のための他の準備も整うと、彼は50隻の三段櫂船と4000人の重装歩兵とともに出帆した。 ラコニカ地方のメトネに寄港すると、この場所を占領したが、ラケダイモン人たちが救援に来たため撤退し、ラケダイモン人の港であるギュティオンへと沿岸を航行し、この都市をも屈服させ、ラケダイモン人の造船所を放火した上で、その地を荒廃させた。
§11.84.7ἐκεῖθεν δὲ ἀναχθεὶς ἔπλευσε τῆς Κεφαλληνίας εἰς Ζάκυνθον·
そこから出帆してケファレニアのザキュントスへ航行した。
ταύτην δὲ χειρωσάμενος καὶ πάσας τὰς ἐν τῇ Κεφαλληνίᾳ πόλεις προσαγαγόμενος, εἰς τὸ πέραν διέπλευσε καὶ κατῆρεν εἰς Ναύπακτον.
ここを屈服させ、ケファレニアのすべての都市を味方に引き入れると、対岸へ渡ってナウパクトスに入港した。
ὁμοίως δὲ καὶ ταύτην ἐξ ἐφόδου λαβών, κατῴκισεν εἰς ταύτην Μεσσηνίων τοὺς ἐπισήμους, ὑποσπόνδους ὑπὸ Λακεδαιμονίων ἀφεθέντας·
同様に、ここをも急襲によって占領すると、ラケダイモン人によって休戦条約のもとで解放されたメッセニア人の名だたる人々をここに定住させた。
§11.84.8κατὰ γὰρ τὸν αὐτὸν χρόνον οἱ Λακεδαιμόνιοι πρὸς τοὺς Εἵλωτας καὶ Μεσσηνίους πεπολεμηκότες ἐπὶ πλέον, τότε κρατήσαντες ἀμφοτέρων τοὺς μὲν ἐξ Ἰθώμης ὑποσπόνδους ἀφῆκαν, καθότι προείρηται, τῶν δʼ Εἱλώτων τοὺς αἰτίους τῆς ἀποστάσεως κολάσαντες τοὺς ἄλλους κατεδουλώσαντο.
なぜなら、同じ時期にラケダイモン人たちはヘイロタイやメッセニア人たちと長期にわたって交戦していたが、そのとき両者に対して勝利を収め、イトメから退去する者たちを休戦条約のもとで解放し(先に述べられた通り)、ヘイロタイのうち反乱の責任がある者たちを処罰した上で、残りの者たちを奴隷化したからである。