§11.81.1τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχε Μνησιθείδης, ἐν Ῥώμῃ δʼ ὕπατοι κατεστάθησαν Λούκιος Λουκράτιος καὶ Τίτος Οὐετούριος Κιχωρῖνος.
当一年过去后,在雅典由妙西西德斯担任执政官,而在罗马,卢基乌斯·卢克雷蒂乌斯与提图斯·维图里乌斯·西库里努斯被任命为执政官。
ἐπὶ δὲ τούτων Θηβαῖοι μὲν τεταπεινωμένοι διὰ τὴν πρὸς Ξέρξην αὐτοῖς γενομένην συμμαχίαν, ἐζήτουν διʼ οὗ τρόπου δύναιντʼ ἂν ἀναλαβεῖν τὴν πάτριον ἰσχύν τε καὶ δόξαν.
在他们任内,底比斯人因曾与薛西斯结盟而声名扫地,他们正在寻找能够恢复祖先权力和荣耀的途径。
§11.81.2διὸ καὶ τῶν Βοιωτῶν ἁπάντων καταφρονούντων καὶ μηκέτι προσεχόντων τοῖς Θηβαίοις, ἠξίουν τοὺς Λακεδαιμονίους τῇ πόλει συμπεριποιῆσαι τὴν ὅλην ἡγεμονίαν τῆς Βοιωτίας· ἐπηγγέλλοντο δʼ αὐτοῖς ἀντὶ ταύτης τῆς χάριτος ἰδίᾳ πολεμήσειν τοῖς Ἀθηναίοις, ὥστε μηδεμίαν ἀνάγκην εἶναι τοῖς Σπαρτιάταις ἐκτὸς τῆς Πελοποννήσου δύναμιν ἐξαγαγεῖν πεζήν.
因此,由于所有维奥蒂亚人都蔑视他们,不再听从底比斯人,底比斯人便请求拉刻代蒙人协助他们为自己的城邦夺取整个维奥蒂亚的霸权;他们向拉刻代蒙人承诺,作为对这一恩惠的回报,他们将独自与雅典人作战,从而使斯巴达人完全没有必要将步兵部队带出伯罗奔尼撒。
§11.81.3οἱ δὲ Λακεδαιμόνιοι κρίναντες συμφέροντα λέγειν αὐτούς, καὶ νομίζοντες τὰς Θήβας, ἐὰν αὐξήσωσιν, ἔσεσθαι τῆς τῶν Ἀθηναίων ὥσπερ ἀντίπαλόν τινα·
拉刻代蒙人判定他们的提议是有利的,并且认为底比斯一旦强大起来,就会成为雅典人力量的一种抗衡。
διόπερ ἔχοντες τότε περὶ Τάναγραν ἕτοιμον καὶ μέγα στρατόπεδον, τῆς μὲν τῶν Θηβαίων πόλεως μείζονα τὸν περίβολον κατεσκεύασαν, τὰς δʼ ἐν Βοιωτίᾳ πόλεις ἠνάγκασαν ὑποτάττεσθαι τοῖς Θηβαίοις.
因此,由于当时他们在塔纳格拉周围拥有一支现成的大军,便为底比斯城建造了更大的城墙范围,并强迫维奥蒂亚的各城市臣服于底比斯人。
§11.81.4οἱ δὲ Ἀθηναῖοι τὴν ἐπιβολὴν τῶν Λακεδαιμονίων διακόψαι σπεύδοντες, δύναμιν ἀξιόλογον συνεστήσαντο, καὶ στρατηγὸν εἵλοντο Μυρωνίδην τὸν Καλλίου.
雅典人急于粉碎拉刻代蒙人的企图,便组织了一支相当可观的军队,并选举卡里阿斯之子妙罗尼德斯为将军。
οὗτος δὲ καταλέξας τῶν πολιτῶν τοὺς ἱκανοὺς παρήγγειλεν αὐτοῖς, ἐκθέμενος ἡμέραν ἐν ᾗ τὴν ἐκ τῆς πόλεως ἀνάζευξιν ἤμελλε ποιεῖσθαι.
他招募了公民中符合条件的人,并向他们宣布了自己准备率军离开城市的日期。
§11.81.5ἐπεὶ δʼ ὁ συντεταγμένος καιρὸς ἧκε, καὶ τῶν στρατιωτῶν τινες οὐ κατήντησαν πρὸς τὴν ὡρισμένην ἀφορμήν, ἀναλαβὼν τοὺς προσεληλυθότας προῆγεν εἰς τὴν Βοιωτίαν.
当约定的时刻到来,而部分士兵没有赶到指定的出发地点时,他带着已到的人向维奥蒂亚进军。
τῶν δὲ ἡγεμόνων τινὲς καὶ τῶν φίλων ἔφασαν δεῖν ἀναμένειν τοὺς καθυστεροῦντας, ὁ δὲ Μυρωνίδης, συνετὸς ὢν ἅμα καὶ δραστικὸς στρατηγός, οὐκ ἔφησεν ἀναμενεῖν· ἀπεφαίνετο γὰρ τοὺς μὲν ἑκουσίως καθυστεροῦντας τῆς ἐξόδου καὶ κατὰ τὴν μάχην ἀγεννῶς καὶ δειλῶς ἕξειν, καὶ διὰ τοῦτο οὐδὲ τοὺς ὑπὲρ τῆς πατρίδος κινδύνους ὑποστήσεσθαι, τοὺς δʼ ἑτοίμους κατὰ τὴν συντεταγμένην ἡμέραν παραγενηθέντας φανεροὺς εἶναι διότι καὶ τὴν ἐν τῷ πολέμῳ τάξιν οὐ καταλείψουσιν·
虽然一些军官和朋友表示应当等待那些滞后的人,但妙罗尼德斯——一位既明智又果断的将军——却说不能等待;因为他指出,那些在出发时自愿拖延的人,在战斗中也同样会表现得卑劣和胆怯,因此他们甚至不会为祖国承担危险,而那些在指定日期做好准备前来的人,则表明他们绝不会在战争中放弃自己的岗位。
ὅπερ καὶ συνέβη γενέσθαι.
这正如他所言发生了。
§11.81.6ὀλίγους γὰρ προάγων στρατιώτας, καὶ τούτους ἀρίστους ταῖς ἀνδραγαθίαις, παρετάξατο κατὰ τὴν Βοιωτίαν πρὸς πολλαπλασίους, καὶ κατὰ κράτος περιεγένετο τῶν ἀντιταχθέντων.
因为他只带领了少数士兵前进,但这些人皆是勇猛之士,他在维奥蒂亚与数倍于己的敌军展开对决,并凭借实力彻底击败了与他对抗的敌人。