Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §11.81.1-11.81.6

テーバイの台頭阻止とミュロニデスの出撃

82 / 723 箇所 · ギリシア語

要旨

テーバイはラケダイモンと同盟してボイオティアでの覇権回復を目指し、アテナイはこれを阻止するためミュロニデス将軍率いる少数精鋭の軍を派遣して勝利する。

§11.81.1τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχε Μνησιθείδης, ἐν Ῥώμῃ δʼ ὕπατοι κατεστάθησαν Λούκιος Λουκράτιος καὶ Τίτος Οὐετούριος Κιχωρῖνος.
そして、一年が過ぎると、アテナイではムネシテイデスがアルコンであり、ローマではルキウス・ルクレティウスとティトス・ウェトゥリウス・キクリヌスが執政官に任命された。
ἐπὶ δὲ τούτων Θηβαῖοι μὲν τεταπεινωμένοι διὰ τὴν πρὸς Ξέρξην αὐτοῖς γενομένην συμμαχίαν, ἐζήτουν διʼ οὗ τρόπου δύναιντʼ ἂν ἀναλαβεῖν τὴν πάτριον ἰσχύν τε καὶ δόξαν.
彼らのもとで、テーバイ人は、クセルクセスとの間に結ばれた同盟のために卑しめられていたが、どのような方法によって祖先の力と名声を取り戻すことができるかを模索していた。
§11.81.2διὸ καὶ τῶν Βοιωτῶν ἁπάντων καταφρονούντων καὶ μηκέτι προσεχόντων τοῖς Θηβαίοις, ἠξίουν τοὺς Λακεδαιμονίους τῇ πόλει συμπεριποιῆσαι τὴν ὅλην ἡγεμονίαν τῆς Βοιωτίας·
それゆえ、すべてのボイオティア人が彼らを軽蔑し、もはやテーバイ人に従わなくなっていたので、彼らはラケダイモン人に対して、自分たちの市のためにボイオティア全体の覇権を獲得するのを手助けしてくれるよう要求した。
ἐπηγγέλλοντο δʼ αὐτοῖς ἀντὶ ταύτης τῆς χάριτος ἰδίᾳ πολεμήσειν τοῖς Ἀθηναίοις, ὥστε μηδεμίαν ἀνάγκην εἶναι τοῖς Σπαρτιάταις ἐκτὸς τῆς Πελοποννήσου δύναμιν ἐξαγαγεῖν πεζήν.
そして、この恩義の代わりに、自分たちだけでアテナイ人と戦争をすることを彼らに約束し、その結果、スパルタ人にとっては、ペロポネソス半島の外へ歩兵部隊を送り出す必要が全くなくなるほどであった。
§11.81.3οἱ δὲ Λακεδαιμόνιοι κρίναντες συμφέροντα λέγειν αὐτούς, καὶ νομίζοντες τὰς Θήβας, ἐὰν αὐξήσωσιν, ἔσεσθαι τῆς τῶν Ἀθηναίων ὥσπερ ἀντίπαλόν τινα·
ラケダイモン人は、彼らが有益なことを言っていると判断し、また、テーバイが強大になれば、アテナイ人の力に対する一種の対抗勢力になるだろうと考えた。
διόπερ ἔχοντες τότε περὶ Τάναγραν ἕτοιμον καὶ μέγα στρατόπεδον, τῆς μὲν τῶν Θηβαίων πόλεως μείζονα τὸν περίβολον κατεσκεύασαν, τὰς δʼ ἐν Βοιωτίᾳ πόλεις ἠνάγκασαν ὑποτάττεσθαι τοῖς Θηβαίοις.
それゆえ、当時タナグラの周辺に準備の整った大軍を擁していたので、テーバイの市の城壁の周囲をより大きく建設し、ボイオティアの諸都市をテーバイ人に従属するよう強制した。
§11.81.4οἱ δὲ Ἀθηναῖοι τὴν ἐπιβολὴν τῶν Λακεδαιμονίων διακόψαι σπεύδοντες, δύναμιν ἀξιόλογον συνεστήσαντο, καὶ στρατηγὸν εἵλοντο Μυρωνίδην τὸν Καλλίου.
アテナイ人は、ラケダイモン人の企てを阻止しようと急ぎ、相当な軍勢を組織し、カリアスの子ミュロニデスを将軍に選出した。
οὗτος δὲ καταλέξας τῶν πολιτῶν τοὺς ἱκανοὺς παρήγγειλεν αὐτοῖς, ἐκθέμενος ἡμέραν ἐν ᾗ τὴν ἐκ τῆς πόλεως ἀνάζευξιν ἤμελλε ποιεῖσθαι.
彼は市民の中から有能な者たちを召集し、彼らに、自分が市から出発する予定の日を指定して通達した。
§11.81.5ἐπεὶ δʼ ὁ συντεταγμένος καιρὸς ἧκε, καὶ τῶν στρατιωτῶν τινες οὐ κατήντησαν πρὸς τὴν ὡρισμένην ἀφορμήν, ἀναλαβὼν τοὺς προσεληλυθότας προῆγεν εἰς τὴν Βοιωτίαν.
そして、定められた時が来て、兵士の一部が指定された出発地に現れなかったとき、彼は集まった者たちを率いてボイオティアへと進軍した。
τῶν δὲ ἡγεμόνων τινὲς καὶ τῶν φίλων ἔφασαν δεῖν ἀναμένειν τοὺς καθυστεροῦντας, ὁ δὲ Μυρωνίδης, συνετὸς ὢν ἅμα καὶ δραστικὸς στρατηγός, οὐκ ἔφησεν ἀναμενεῖν·
指揮官や友人のうちの何人かは、遅れている者たちを待つべきだと主張したが、思慮深くかつ行動力のある将軍であったミュロニデスは、待つわけにはいかないと言った。
ἀπεφαίνετο γὰρ τοὺς μὲν ἑκουσίως καθυστεροῦντας τῆς ἐξόδου καὶ κατὰ τὴν μάχην ἀγεννῶς καὶ δειλῶς ἕξειν, καὶ διὰ τοῦτο οὐδὲ τοὺς ὑπὲρ τῆς πατρίδος κινδύνους ὑποστήσεσθαι, τοὺς δʼ ἑτοίμους κατὰ τὴν συντεταγμένην ἡμέραν παραγενηθέντας φανεροὺς εἶναι διότι καὶ τὴν ἐν τῷ πολέμῳ τάξιν οὐ καταλείψουσιν·
というのも、彼は、出発を自発的に遅らせる者たちは戦闘においても卑怯で臆病に振る舞うだろうし、それゆえに祖国のための危険を引き受けることもしないだろう、他方で、定められた日に進んで参集した準備のできている者たちは、戦争において自分の持ち場を放棄しないことが明らかである、と表明したからである。
ὅπερ καὶ συνέβη γενέσθαι.
そして、まさにその通りのことが起こった。
§11.81.6ὀλίγους γὰρ προάγων στρατιώτας, καὶ τούτους ἀρίστους ταῖς ἀνδραγαθίαις, παρετάξατο κατὰ τὴν Βοιωτίαν πρὸς πολλαπλασίους, καὶ κατὰ κράτος περιεγένετο τῶν ἀντιταχθέντων.
というのも、彼は少数の兵士を率いて進んだが、彼らはその勇気において極めて優れており、ボイオティアにおいて何倍もの敵に対して布陣し、対峙した敵を力によって圧倒したからである。

語釈・文法注

  1. §11.81.2τῇ πόλει — 利益の与格で、テーバイの「自分たちの市(ポリス)」を指す。動詞 συμπεριποιῆσαι(共に獲得するのを助ける)の恩恵を受ける対象を示す。
  2. §11.81.5τοὺς μὲν ἑκουσίως καθυστεροῦντας ... ἕξειν — 動詞 ἀπεφαίνετο(表明した)に導かれる間接話法。対格+不定詞(τοὺς μὲν ... ἕξειν、および後続の τοὺς δʼ ... φανεροὺς εἶναι)によりミュロニデスの主張の内容が述べられており、対照的な二つのグループに対する彼の評価が並列されている。
  3. §11.81.5φανεροὺς εἶναι διότι — φανερός ἐστιν ὅτι/διότι(〜であることは明白である)の構文が、間接話法の影響で不定詞 εἶναι となっている。対格の主語 τοὺς δʼ ... παραγενηθέντας(準備ができている者たち)に対応する叙述形容詞の対格 φανερούς を伴う。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §11.81.1-11.81.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:11.81.1-11.81.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。