Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §11.79.1-11.79.6

雅典在麦加里斯的胜利与斯巴达援助多里斯

第 80 段,共 723 段 · 希腊语

内容简介

雅典在米罗尼德斯的指挥下介入科林斯与麦加拉的边界争端并击败科林斯人,同时斯巴达的尼科梅德斯作为摄政出兵援助遭受福基斯人进攻的多利安人。

§11.79.1τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχε Βίων, ἐν Ῥώμῃ δὲ τὴν ὕπατον ἀρχὴν διεδέξαντο Πούπλιος Σερουίλιος Στροῦκτος καὶ Λεύκιος Αἰβούτιος Ἄλβας.
一年的时间过去后,比翁在雅典担任执政官,而在罗马,普布利乌斯·塞尔维利乌斯·斯特鲁克图斯和卢基乌斯·埃布提乌斯·阿尔布斯接任了执政官一职。
ἐπὶ δὲ τούτων Κορινθίοις καὶ Μεγαρεῦσι περὶ χώρας ὁμόρου γενομένης ἀμφισβητήσεως, εἰς πόλεμον αἱ πόλεις ἐνέπεσον.
在他们任期内,由于科林斯人和麦加拉人因边界土地发生争端,两座城市陷入了战争。
§11.79.2τὸ μὲν οὖν πρῶτον τὴν χώραν ἀλλήλων διετέλουν λεηλατοῦντες καὶ κατʼ ὀλίγους συμπλοκὰς ποιούμενοι· αὐξομένης δὲ τῆς διαφορᾶς οἱ Μεγαρεῖς ἀεὶ μᾶλλον ἐλαττούμενοι καὶ τοὺς Κορινθίους φοβούμενοι, συμμάχους ἐποιήσαντο τοὺς Ἀθηναίους.
起初,他们不断相互劫掠领土,并进行小规模的冲突;但随着争端扩大,麦加拉人日益处于劣势并畏惧科林斯人,于是与雅典人结为盟友。
§11.79.3διὸ καὶ πάλιν τῶν πόλεων ἐφαμίλλων ταῖς δυνάμεσι γενομένων, καὶ τῶν Κορινθίων μετὰ Πελοποννησίων ἀξιολόγῳ δυνάμει στρατευσάντων εἰς τὴν Μεγαρικήν, Ἀθηναῖοι συμμαχίαν ἔπεμψαν τοῖς Μεγαρεῦσιν, ἧς ἡγεῖτο Μυρωνίδης, ἀνὴρ ἐπʼ ἀρετῇ θαυμαζόμενος·
因此,当双方城市的军事实力再次旗鼓相当,且科林斯人与伯罗奔尼撒人率领相当规模的军队出兵麦加拉领土时,雅典人向麦加拉人派遣了盟国援军,这支军队由因美德而备受赞誉的男子米罗尼德斯率领。
γενομένης δὲ παρατάξεως ἰσχυρᾶς ἐπὶ πολὺν χρόνον, καὶ ταῖς ἀνδραγαθίαις ἑκατέρων ἐξισουμένων, τὸ τελευταῖον ἐνίκησαν Ἀθηναῖοι καὶ πολλοὺς ἀνεῖλον τῶν πολεμίων.
在一场激烈的交战持续了很长时间、双方的英勇表现不相上下之后,最终雅典人获得了胜利,并消灭了许多敌人。
§11.79.4οἱ Φωκεῖς ἐνεστήσαντο πόλεμον πρὸς Δωριεῖς, τοὺς προγόνους μὲν Λακεδαιμονίων, οἰκοῦντας δὲ πόλεις τρεῖς, Κυτίνιον καὶ Βοιὸν καὶ Ἐρινεόν, κειμένας ὑπὸ τὸν λόφον τὸν ὀνομαζόμενον Παρνασσόν.
福基斯人向多利安人发动了战争。 多利安人是拉刻代蒙人的祖先,居住在被称为帕纳塞斯的山丘之下的三座城市中,即凯提尼翁、博伊翁和埃里内乌斯。
§11.79.5τὸ μὲν οὖν πρῶτον βίᾳ χειρωσάμενοι τοὺς Δωριεῖς, κατέσχον αὐτῶν τὰς πόλεις· μετὰ δὲ ταῦτα Λακεδαιμόνιοι μὲν Νικομήδην τὸν Κλεομένους ἐξέπεμψαν βοηθήσοντα τοῖς Δωριεῦσι διὰ τὴν συγγένειαν·
起初,福基斯人武力征服了多利安人,占领了他们的城市;但在此之后,拉刻代蒙人因血缘关系派遣了克勒奥梅奈斯之子尼科梅德斯去援助多利安人。
εἶχε δʼ οὗτος Λακεδαιμονίους μὲν χιλίους πεντακοσίους, παρὰ δὲ τῶν ἄλλων Πελοποννησίων μυρίους.
他率领着一千五百名拉刻代蒙人,以及来自其他伯罗奔尼撒人的一万人。
§11.79.6οὗτος μὲν οὖν ἐπίτροπος ὢν Πλειστώνακτος τοῦ βασιλέως παιδὸς ὄντος, μετὰ τοσαύτης δυνάμεως ἐβοήθησε τοῖς Δωριεῦσι, νικήσας δὲ τοὺς Φωκεῖς καὶ τὰς πόλεις ἀνακτησάμενος τούς τε Φωκεῖς καὶ Δωριεῖς διήλλαξεν.
于是他作为当时还是个孩子的国王普莱斯托阿纳克斯的监护人,率领如此庞大的军队援助多利安人,在击败福基斯人并夺回城市后,使福基斯人与多利安人达成了和解。

词汇与语法注释

  1. 11.79.2διετέλουν λεηλατοῦντες — 动词 `διατελέω` 后接现在分词,表示持续或反复的动作,意为“持续做”、“不断做”。此处指麦加拉人与科林斯人不断互相劫掠领土。
  2. 11.79.6ἐπίτροπος ὢν Πλειστώνακτος τοῦ βασιλέως παιδὸς ὄντος — 修饰主句主语(尼科梅德斯)的伴随分词 `ὢν`,其补足语 `ἐπίτροπος` 支配属格 `Πλειστώνακτος τοῦ βασιλέως`(普莱斯托阿纳克斯国王的监护人),而该属格又由属格绝对结构 `παιδὸς ὄντος`(“当国王还是个孩子时”)来进一步修饰,说明担任监护人的背景情况。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §11.79.1-11.79.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:11.79.1-11.79.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。