Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §11.79.1-11.79.6

メガリスでのアテナイの勝利とスパルタのドリス救援

80 / 723 箇所 · ギリシア語

要旨

コリントスとメガラの国境紛争にアテナイがミロニデスの指揮下で介入してコリントス軍を撃破し、またフォキス人に攻められたドリス人を救うためスパルタのニコメデスが摂政として出兵し勝利する。

§11.79.1τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχε Βίων, ἐν Ῥώμῃ δὲ τὴν ὕπατον ἀρχὴν διεδέξαντο Πούπλιος Σερουίλιος Στροῦκτος καὶ Λεύκιος Αἰβούτιος Ἄλβας.
一年が経過したとき、アテナイではビオンがアルコンとなり、ローマではプブリウス・セルウィリウス・ストルクトゥスとルキウス・アエブティウス・アルブスが執政官の職を引き継いだ。
ἐπὶ δὲ τούτων Κορινθίοις καὶ Μεγαρεῦσι περὶ χώρας ὁμόρου γενομένης ἀμφισβητήσεως, εἰς πόλεμον αἱ πόλεις ἐνέπεσον.
彼らの任期中、コリントス人とメガラ人の間で境界の土地をめぐる争いが生じたため、両都市は戦争に突入した。
§11.79.2τὸ μὲν οὖν πρῶτον τὴν χώραν ἀλλήλων διετέλουν λεηλατοῦντες καὶ κατʼ ὀλίγους συμπλοκὰς ποιούμενοι·
当初、彼らはお互いの領土を略奪し合い、小規模な衝突を繰り返していた。
αὐξομένης δὲ τῆς διαφορᾶς οἱ Μεγαρεῖς ἀεὶ μᾶλλον ἐλαττούμενοι καὶ τοὺς Κορινθίους φοβούμενοι, συμμάχους ἐποιήσαντο τοὺς Ἀθηναίους.
しかし、争いが拡大するにつれて、メガラ人はますます劣勢になり、コリントス人を恐れたため、アテナイ人を同盟者とした。
§11.79.3διὸ καὶ πάλιν τῶν πόλεων ἐφαμίλλων ταῖς δυνάμεσι γενομένων, καὶ τῶν Κορινθίων μετὰ Πελοποννησίων ἀξιολόγῳ δυνάμει στρατευσάντων εἰς τὴν Μεγαρικήν, Ἀθηναῖοι συμμαχίαν ἔπεμψαν τοῖς Μεγαρεῦσιν, ἧς ἡγεῖτο Μυρωνίδης, ἀνὴρ ἐπʼ ἀρετῇ θαυμαζόμενος·
それゆえ再び、それらの都市がその軍事力において拮抗するようになり、またコリントス人がペロポネソス人とともに相当な軍勢を率いてメガリスへ出兵したため、アテナイ人はメガラ人のもとに同盟軍を派遣した。 これを率いたのは、その徳によって称賛されていた男、ミロニデスであった。
γενομένης δὲ παρατάξεως ἰσχυρᾶς ἐπὶ πολὺν χρόνον, καὶ ταῖς ἀνδραγαθίαις ἑκατέρων ἐξισουμένων, τὸ τελευταῖον ἐνίκησαν Ἀθηναῖοι καὶ πολλοὺς ἀνεῖλον τῶν πολεμίων.
激しい会戦が長い間行われ、双方の勇敢さが互角であったが、最後にはアテナイ人が勝利し、敵を多く討ち取った。
§11.79.4οἱ Φωκεῖς ἐνεστήσαντο πόλεμον πρὸς Δωριεῖς, τοὺς προγόνους μὲν Λακεδαιμονίων, οἰκοῦντας δὲ πόλεις τρεῖς, Κυτίνιον καὶ Βοιὸν καὶ Ἐρινεόν, κειμένας ὑπὸ τὸν λόφον τὸν ὀνομαζόμενον Παρνασσόν.
フォキス人は、ラケダイモン人の先祖であり、パルナッソスと呼ばれる丘の麓に位置するキティニオン、ボイオン、エリネオスという三つの都市に住むドリス人に対して戦争を起こした。
§11.79.5τὸ μὲν οὖν πρῶτον βίᾳ χειρωσάμενοι τοὺς Δωριεῖς, κατέσχον αὐτῶν τὰς πόλεις·
当初、彼らは武力によってドリス人を征服し、その都市を占領した。
μετὰ δὲ ταῦτα Λακεδαιμόνιοι μὲν Νικομήδην τὸν Κλεομένους ἐξέπεμψαν βοηθήσοντα τοῖς Δωριεῦσι διὰ τὴν συγγένειαν·
その後、ラケダイモン人は血縁関係のゆえにドリス人を救援するため、クレオメネスの子ニコメデスを派遣した。
εἶχε δʼ οὗτος Λακεδαιμονίους μὲν χιλίους πεντακοσίους, παρὰ δὲ τῶν ἄλλων Πελοποννησίων μυρίους.
彼はラケダイモン人千五百名と、他のペロポネソス人からの一万名を率いていた。
§11.79.6οὗτος μὲν οὖν ἐπίτροπος ὢν Πλειστώνακτος τοῦ βασιλέως παιδὸς ὄντος, μετὰ τοσαύτης δυνάμεως ἐβοήθησε τοῖς Δωριεῦσι, νικήσας δὲ τοὺς Φωκεῖς καὶ τὰς πόλεις ἀνακτησάμενος τούς τε Φωκεῖς καὶ Δωριεῖς διήλλαξεν.
そこで彼は、まだ子供であった王プレイストアナクスの後見人として、これほどの大軍を率いてドリス人を救援し、フォキス人を破って都市を奪還し、フォキス人とドリス人を和解させた。

語釈・文法注

  1. 11.79.2διετέλουν λεηλατοῦντες — 動詞 `διατελέω` に現在分詞が続くことで、「〜し続ける」「絶えず〜する」という継続あるいは反復の状態を表す。ここではメガラ人とコリントス人が互いの領土を絶えず略奪し合っていた状況を示す。
  2. 11.79.6ἐπίτροπος ὢν Πλειστώνακτος τοῦ βασιλέως παιδὸς ὄντος — 主節の主語(ニコメデス)にかかる接続分詞 `ὢν` と、その補語 `ἐπίτροπος` が支配する属格 `Πλειστώνακτος τοῦ βασιλέως`(プレイストアナクス王の後見人)に対し、さらに `παιδὸς ὄντος` という属格絶対(「王がまだ子供であったので」)が結びついている。後者は王の年齢という状況を補足説明する役割を果たす。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §11.79.1-11.79.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:11.79.1-11.79.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。