Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §11.78.1-11.78.5

雅典的胜利与杜凯提乌斯的崛起

第 79 段,共 723 段 · 希腊语

内容简介

叙述了雅典与伯罗奔尼撒同盟诸国(科林斯、埃皮达鲁斯、埃吉纳)之间的战争,以及杜凯提乌斯在西西里的崛起与扩张。

§11.78.1τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦν ἄρχων Φιλοκλῆς, ἐν Ῥώμῃ δὲ τὴν ὕπατον ἀρχὴν διεδέξαντο Αὖλος Ποστούμιος Ῥηγοῦλος καὶ Σπόριος Φούριος Μεδιολανός.
一年的时间过去后,菲洛克勒斯在雅典担任执政官,而在罗马,奥鲁斯·波斯图米乌斯·雷吉鲁斯和斯普里乌斯·富里乌斯·梅迪奥拉努斯接任了执政官一职。
ἐπὶ δὲ τούτων Κορινθίοις καὶ Ἐπιδαυρίοις πρὸς Ἀθηναίους ἐνστάντος πολέμου, ἐστράτευσαν ἐπʼ αὐτοὺς Ἀθηναῖοι, καὶ γενομένης μάχης ἰσχυρᾶς ἐνίκησαν Ἀθηναῖοι.
在他们任期内,由于科林斯人和埃皮达鲁斯人对雅典人发动了战争,雅典人便出兵讨伐他们,在发生了一场激烈的战斗后,雅典人获得了胜利。
§11.78.2μεγάλῳδὲ στόλῳ καταπλεύσαντες πρὸς τοὺς ὀνομαζομένους Ἁλιεῖς, ἀνέβησαν εἰς τὴν Πελοπόννησον, καὶ τῶν πολεμίων ἀνεῖλον οὐκ ὀλίγους.
他们率领大批舰队航行至被称为哈利埃斯的地方,并在伯罗奔尼撒半岛登陆,消灭了不少敌人。
συστραφέντων δὲ τῶν Πελοποννησίων καὶ δύναμιν ἀξιόλογον ἀθροισάντων, συνέστη μάχη πρὸς τοὺς Ἀθηναίους περὶ τὴν ὀνομαζομένην Κεκρυφάλειαν, καθʼ ἣν πάλιν ἐνίκησαν Ἀθηναῖοι.
由于伯罗奔尼撒人联合起来并聚集了相当规模的军队,在被称为凯克里法利亚的地方附近与雅典人爆发了战斗,在此役中雅典人再次获胜。
§11.78.3τοιούτων δὲ εὐημερημάτων αὐτοῖς γενομένων, τοὺς Αἰγινήτας ὁρῶντες πεφρονηματισμένους μὲν ταῖς προγεγενημέναις πράξεσιν, ἀλλοτρίως δὲ ἔχοντας πρὸς αὐτούς, ἔγνωσαν καταπολεμῆσαι.
在他们获得如此成功的情况下,由于看到埃吉纳人因过去的功绩而自高自大,并且对他们怀有敌意,雅典人决定征服他们。
§11.78.4διὸ καὶ στόλον ἐπʼ αὐτοὺς ἀξιόλογον ἀποστειλάντων τῶν Ἀθηναίων, οἱ τὴν Αἴγιναν κατοικοῦντες, μεγάλην ἐμπειρίαν ἔχοντες καὶ δόξαν τῶν κατὰ θάλατταν ἀγώνων, οὐ κατεπλάγησαν τὴν ὑπεροχὴν τῶν Ἀθηναίων, ἔχοντες δὲ τριήρεις ἱκανὰς καὶ προσκατασκευάσαντες ἑτέρας, ἐναυμάχησαν, καὶ λειφθέντες ἀπέβαλον τριήρεις ἑβδομήκοντα· συντριβέντες δὲ τοῖς φρονήμασι διὰ τὸ μέγεθος τῆς συμφορᾶς, ἠναγκάσθησαν εἰς τὴν Ἀθηναίων συντέλειαν καταταχθῆναι.
因此,当雅典人派遣了一支相当规模的舰队去讨伐他们时,居住在埃吉纳的居民由于在海战中拥有丰富的经验和声誉,并未被雅典人的优势所吓倒。 他们拥有足够的三列桨座战船,并额外建造了其他战船,从而与雅典人进行海战。 但在战败后,他们损失了七十艘三列桨座战船;他们的自尊心因这场灾难的巨大而遭受重创,被迫列入雅典人的纳贡同盟。
ταῦτα μὲν οὖν Λεωκράτης ὁ στρατηγὸς κατεπράξατο τοῖς Ἀθηναίοις, τοὺς πάντας διαπολεμήσας μῆνας ἐννέα πρὸς τοὺς Αἰγινήτας.
这些功绩是将军莱奥克拉底为雅典人立下的,他与埃吉纳人整整战斗了九个月。
§11.78.5ἅμα δὲ τούτοις πραττομένοις κατὰ τὴν Σικελίαν Δουκέτιος ὁ τῶν Σικελῶν βασιλεὺς, ὠνομασμένος τὸ γένος, ἰσχύων δὲ κατʼ ἐκείνους τοὺς χρόνους, Μέναινον μὲν πόλιν ἔκτισε καὶ τὴν σύνεγγυς χώραν τοῖς κατοικισθεῖσι διεμέρισε, στρατευσάμενος δʼ ἐπὶ πόλιν ἀξιόλογον Μοργαντῖναν, καὶ χειρωσάμενος αὐτήν, δόξαν ἀπηνέγκατο παρὰ τοῖς ὁμοεθνέσι.
在这些事情进行的同时,在西西里,西库尔人的国王杜凯提乌斯——他出身名门,在当时极具势力——创建了梅奈农城,并将附近的土地分配给定居者;在出兵攻打名城莫尔甘蒂纳并征服它之后,他在同胞中赢得了极高的声誉。

词汇与语法注释

  1. 11.78.1τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος — 属格绝对结构,表示时间的流逝(“一年的时间过去后”),为整个主句提供了时间背景。
  2. 11.78.3πεφρονηματισμένους μὲν ... ἀλλοτρίως δὲ ἔχοντας — 这两个分词作为感官动词 ὁρῶντες(“看见”)的宾语 τοὺς Αἰγινήτας 的宾语补足语。前者为完成被动分词,后者为现在活动分词。
  3. 11.78.5ὠνομασμένος τὸ γένος — 名词短语 τὸ γένος 是关系/限定宾格(“就其出身而言”),修饰分词 ὠνομασμένος(“著名的”)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §11.78.1-11.78.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:11.78.1-11.78.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。