Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §11.78.1-11.78.5

アテナイの勝利とドゥケティオスの台頭

79 / 723 箇所 · ギリシア語

要旨

アテナイとペロポネソス同盟諸国(コリントス、エピダウロス、アイギナ)との戦い、およびシケリアにおけるドゥケティオスの台頭と勢力拡大について述べる。

§11.78.1τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦν ἄρχων Φιλοκλῆς, ἐν Ῥώμῃ δὲ τὴν ὕπατον ἀρχὴν διεδέξαντο Αὖλος Ποστούμιος Ῥηγοῦλος καὶ Σπόριος Φούριος Μεδιολανός.
一年が経過したとき、アテナイではフィロクレスがアルコンとなり、ローマではアウルス・ポストゥミウス・レギッルスとスポリウス・フリウス・メディオラヌスが執政官の職を引き継いだ。
ἐπὶ δὲ τούτων Κορινθίοις καὶ Ἐπιδαυρίοις πρὸς Ἀθηναίους ἐνστάντος πολέμου, ἐστράτευσαν ἐπʼ αὐτοὺς Ἀθηναῖοι, καὶ γενομένης μάχης ἰσχυρᾶς ἐνίκησαν Ἀθηναῖοι.
彼らの任期中、コリントス人とエピダウロス人がアテナイ人に対して戦争を起こしたため、アテナイ人は彼らに対して出兵し、激しい戦闘が行われた末にアテナイ人が勝利した。
§11.78.2μεγάλῳδὲ στόλῳ καταπλεύσαντες πρὸς τοὺς ὀνομαζομένους Ἁλιεῖς, ἀνέβησαν εἰς τὴν Πελοπόννησον, καὶ τῶν πολεμίων ἀνεῖλον οὐκ ὀλίγους.
彼らは大艦隊を率いてハリエイスと呼ばれる場所に航行して上陸し、ペロポネソス半島に侵入して敵を多く討ち取った。
συστραφέντων δὲ τῶν Πελοποννησίων καὶ δύναμιν ἀξιόλογον ἀθροισάντων, συνέστη μάχη πρὸς τοὺς Ἀθηναίους περὶ τὴν ὀνομαζομένην Κεκρυφάλειαν, καθʼ ἣν πάλιν ἐνίκησαν Ἀθηναῖοι.
ペロポネソス人たちが結束して相当な軍勢を集めたため、ケクリュパレイアと呼ばれる場所の付近でアテナイ人との間で戦闘が発生したが、ここでも再びアテナイ人が勝利した。
§11.78.3τοιούτων δὲ εὐημερημάτων αὐτοῖς γενομένων, τοὺς Αἰγινήτας ὁρῶντες πεφρονηματισμένους μὲν ταῖς προγεγενημέναις πράξεσιν, ἀλλοτρίως δὲ ἔχοντας πρὸς αὐτούς, ἔγνωσαν καταπολεμῆσαι.
このような成功が彼らにもたらされたとき、彼らはアイギナ人がこれまでの功績によって自負心を高め、自分たちに対して敵意を抱いているのを見て、彼らを征服することを決意した。
§11.78.4διὸ καὶ στόλον ἐπʼ αὐτοὺς ἀξιόλογον ἀποστειλάντων τῶν Ἀθηναίων, οἱ τὴν Αἴγιναν κατοικοῦντες, μεγάλην ἐμπειρίαν ἔχοντες καὶ δόξαν τῶν κατὰ θάλατταν ἀγώνων, οὐ κατεπλάγησαν τὴν ὑπεροχὴν τῶν Ἀθηναίων, ἔχοντες δὲ τριήρεις ἱκανὰς καὶ προσκατασκευάσαντες ἑτέρας, ἐναυμάχησαν, καὶ λειφθέντες ἀπέβαλον τριήρεις ἑβδομήκοντα·
それゆえ、アテナイ人が彼らに対して相当な艦隊を派遣したとき、アイギナの住民たちは、海戦における豊かな経験と名声を有していたため、アテナイ人の優勢に恐れをなすことはなく、十分な数の三段櫂船を保有し、さらに追加で建造して海戦に臨んだ。 しかし敗北を締し、七〇隻の三段櫂船を失った。
συντριβέντες δὲ τοῖς φρονήμασι διὰ τὸ μέγεθος τῆς συμφορᾶς, ἠναγκάσθησαν εἰς τὴν Ἀθηναίων συντέλειαν καταταχθῆναι.
この災厄の大きさによって彼らは自尊心を打ち砕かれ、アテナイ人の同盟に組み入れられることを余儀なくされた。
ταῦτα μὲν οὖν Λεωκράτης ὁ στρατηγὸς κατεπράξατο τοῖς Ἀθηναίοις, τοὺς πάντας διαπολεμήσας μῆνας ἐννέα πρὸς τοὺς Αἰγινήτας.
将軍レオクラテスは、アイギナ人との戦争を全九ヶ月にわたって戦い抜き、アテナイ人のためにこれらの偉業を成し遂げた。
§11.78.5ἅμα δὲ τούτοις πραττομένοις κατὰ τὴν Σικελίαν Δουκέτιος ὁ τῶν Σικελῶν βασιλεὺς, ὠνομασμένος τὸ γένος, ἰσχύων δὲ κατʼ ἐκείνους τοὺς χρόνους, Μέναινον μὲν πόλιν ἔκτισε καὶ τὴν σύνεγγυς χώραν τοῖς κατοικισθεῖσι διεμέρισε, στρατευσάμενος δʼ ἐπὶ πόλιν ἀξιόλογον Μοργαντῖναν, καὶ χειρωσάμενος αὐτήν, δόξαν ἀπηνέγκατο παρὰ τοῖς ὁμοεθνέσι.
これらのことが行われているのと同時に、シケリアにおいては、シケロイ人の王で、高貴な家柄の出身であり当時勢力を誇っていたドゥケティオスが、メナイノンという都市を創建してその周辺の土地を入植者たちに分配し、さらに有力な都市モルガンティナに対して出兵してこれを征服し、同胞たちの間で名声を獲得した。

語釈・文法注

  1. 11.78.1τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος — 属格絶対の構文で、時間の経過を表す(「1年が経過したとき」)。主節の文に対して時間的な背景を提示している。
  2. 11.78.3πεφρονηματισμένους μὲν ... ἀλλοτρίως δὲ ἔχοντας — 知覚動詞 ὁρῶντες(「見ている」)の目的語である τοὺς Αἰγινήτας に対する客観的補語として働く分詞。前者は完了受動分詞、後者は現在能動分詞。
  3. 11.78.5ὠνομασμένος τὸ γένος — 述語的形容詞/分詞 ὠνομασμένος(「名高き」)に伴う τὸ γένος は関係・限定の対格(「家柄に関して」)。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §11.78.1-11.78.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:11.78.1-11.78.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。