§11.77.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Φρασικλείδου Ὀλυμπιὰς μὲν ἤχθη ὀγδοηκοστή, καθʼ ἣν ἐνίκα στάδιον Τορύλλας Θετταλός, Ῥωμαῖοι δʼ ὑπάτους κατέστησαν Κόιντον Φάβιον καὶ Τίτον Κοίντιον Καπιτωλῖνον.
在弗拉西克莱德斯担任雅典执政官期间,举行了第八十届奥林匹克运动会,在这届运动会上,色萨利人托里拉斯获得了短跑比赛的冠军,而罗马人则任命昆图斯·法比乌斯和提图斯·昆克提乌斯·卡皮托里努斯为执政官。
ἐπὶ δὲ τούτων κατὰ μὲν τὴν Ἀσίαν οἱ τῶν Περσῶν στρατηγοὶ διαβάντες ἐπὶ τὴν Κιλικίαν ναῦς μὲν κατεσκεύασαν τριακοσίας κεκοσμημένας καλῶς πρὸς τὴν πολεμικὴν χρείαν, τὸ δὲ πεζὸν στρατόπεδον λαβόντες προῆγον πεζῇ διὰ Συρίας καὶ Φοινίκης· συμπαραπλέοντος δὲ καὶ τοῦ στόλου τῇ πεζῇ στρατιᾷ κατήντησαν εἰς Μέμφιν τῆς Αἰγύπτου.
在他们任期内,在亚洲,波斯的将军们渡海前往基利家,准备了三百艘为战争需要而装备精良的船只,并率领步兵军通过陆路穿过叙利亚和腓尼基;随着舰队与陆军并肩航行,他们抵达了埃及的孟斐斯。
§11.77.2καὶ τὸ μὲν πρῶτον τὴν πολιορκίαν τοῦ Λευκοῦ τείχους ἔλυσαν, καταπληξάμενοι τοὺς Αἰγυπτίους καὶ τοὺς Ἀθηναίους· μετὰ δὲ ταῦτα ἐμφρόνως βουλευσάμενοι κατὰ στόμα μὲν παρατάττεσθαι διέκλινον, στρατηγήμασι δὲ ἐφιλοτιμοῦντο καταλῦσαι τὸν πόλεμον.
起初,他们通过威吓埃及人和雅典人,解除了对“白城”的包围;但在此之后,经过明智的商讨,他们避免了正面交锋,而力图通过策略来结束战争。
διόπερ καὶ τῶν Ἀττικῶν νεῶν ὁρμουσῶν ἐν τῇ Προσωπίτιδι λεγομένῃ νήσῳ, τὸν περιρρέοντα ποταμὸν διώρυξι διαλαβόντες ἤπειρον ἐποίησαν τὴν νῆσον.
因此,当阿提卡的船只停泊在被称为普罗索皮蒂斯的岛屿时,他们用运河分流了周围环绕的河流,使该岛与大陆相连。
§11.77.3τῶν δὲ νεῶν ἄφνω καθιζουσῶν ἐπὶ ξηρὰν τὴν γῆν, οἱ μὲν Αἰγύπτιοι καταπλαγέντες ἐγκατέλιπον τοὺς Ἀθηναίους καὶ πρὸς τοὺς Πέρσας διελύσαντο· οἱ δὲ Ἀθηναῖοι συμμάχων ὄντες ἔρημοι καὶ τὰς ναῦς ὁρῶντες ἀχρήστους γεγενημένας, ταύτας μὲν ἐνέπρησαν, ὅπως μὴ τοῖς πολεμίοις ὑποχείριοι γενηθῶσιν, αὐτοὶ δὲ οὐ καταπλαγέντες τὴν δεινότητα τῆς περιστάσεως παρεκάλουν ἀλλήλους μηδὲν ἀνάξιον πρᾶξαι τῶν προκατειργασμένων ἀγώνων.
当船只突然在干涸的陆地上搁浅时,埃及人惊恐万分,抛弃了雅典人并与波斯人达成和解;而雅典人发现自己失去了盟友,并看到船只已变得无用,便放火烧毁了它们,以免落入敌手。 他们自己并没有被形势的险恶所吓倒,而是互相激励,决不做任何对不起以往英勇斗争的事。
§11.77.4διόπερ ταῖς ἀρεταῖς ὑπερβαλλόμενοι τοὺς ἐν Θερμοπύλαις ὑπὲρ τῆς Ἑλλάδος ἀποθανόντας, ἑτοίμως εἶχον διαγωνίζεσθαι πρὸς τοὺς πολεμίους.
因此,他们在勇气上超越了那些在温泉关为希腊牺牲的人,随时准备与敌人决一死战。
οἱ δὲ στρατηγοὶ τῶν Περσῶν Ἀρτάβαζος καὶ Μεγάβυζος, ὁρῶντες τὴν ὑπερβολὴν τῆς εὐτολμίας τῶν πολεμίων καὶ λογισάμενοι, διότι τούτους οὐ δυνατὸν ἀνελεῖν ἄνευ τοῦ πολλὰς μυριάδας ἀποβαλεῖν τῶν ἰδίων, σπονδὰς ἔθεντο πρὸς τοὺς Ἀθηναίους, καθʼ ἃς ἔδει χωρὶς κινδύνων ἀπελθεῖν αὐτοὺς ἐκ τῆς Αἰγύπτου.
但波斯的将军阿尔塔巴佐斯和梅加比佐斯看到敌人极其勇敢,并考虑到如果不损失自己数万军队就无法消灭他们,便与雅典人缔结了协定,根据该协定,雅典人可以毫无危险地撤离埃及。
§11.77.5οἱ μὲν οὖν Ἀθηναῖοι διὰ τὴν ἰδίαν ἀρετὴν τυχόντες τῆς σωτηρίας ἀπῆλθον ἐκ τῆς Αἰγύπτου, καὶ διὰ τῆς Λιβύης εἰς Κυρήνην ἀπελθόντες ἐσώθησαν παραδόξως εἰς τὴν πατρίδα.
于是,雅典人凭借自身的勇气获得了安全,离开了埃及,并取道利比亚撤退到昔兰尼,出人意料地安全返回了祖国。
§11.77.6ἅμα δὲ τούτοις πραττομένοις ἐν μὲν ταῖς Ἀθήναις Ἐφιάλτης ὁ Σοφωνίδου, δημαγωγὸς ὢν καὶ τὸ πλῆθος παροξύνας κατὰ τῶν Ἀρεοπαγιτῶν, ἔπεισε τὸν δῆμον ψηφίσματι μειῶσαι τὴν ἐξ Ἀρείου πάγου βουλήν, καὶ τὰ πάτρια καὶ περιβόητα νόμιμα καταλῦσαι.
在这些事情进行的同时,在雅典,索福尼德斯的儿子埃菲阿尔特斯作为民粹领袖,煽动群众反对阿雷奥帕戈斯的法官们,说服公民大会通过一项决议削减阿雷奥帕戈斯会议的权力,并废除了祖传且著名的惯例。
οὐ μὴν ἀθῷός γε διέφυγε τηλικούτοις ἀνομήμασιν ἐπιβαλόμενος, ἀλλὰ τῆς νυκτὸς ἀναιρεθεὶς ἄδηλον ἔσχε τὴν τοῦ βίου τελευτήν.
然而,在企图进行如此巨大的不法行为之后,他并未免受惩罚,而是在夜间被暗杀,其生命的终结变得原因不明。