§11.77.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Φρασικλείδου Ὀλυμπιὰς μὲν ἤχθη ὀγδοηκοστή, καθʼ ἣν ἐνίκα στάδιον Τορύλλας Θετταλός, Ῥωμαῖοι δʼ ὑπάτους κατέστησαν Κόιντον Φάβιον καὶ Τίτον Κοίντιον Καπιτωλῖνον.
アテナイでプラシクレイデスがアルコンのとき、第八〇回オリンピア期が開催され、この期においてテッサリア人のトリュラスがスタディオン競走で優勝した。 またローマ人はクイントゥス・ファビウスとティトゥス・クィンクティウス・カピトリヌスを執政官に任命した。
ἐπὶ δὲ τούτων κατὰ μὲν τὴν Ἀσίαν οἱ τῶν Περσῶν στρατηγοὶ διαβάντες ἐπὶ τὴν Κιλικίαν ναῦς μὲν κατεσκεύασαν τριακοσίας κεκοσμημένας καλῶς πρὸς τὴν πολεμικὴν χρείαν, τὸ δὲ πεζὸν στρατόπεδον λαβόντες προῆγον πεζῇ διὰ Συρίας καὶ Φοινίκης·
彼らの任期中、アジアにおいてはペルシアの将軍たちがキリキアへと渡り、軍事上の必要のために見事に艤装された船三〇〇隻を準備し、歩兵軍を率いてシリアとポイニケを経て陸路で前進した。
συμπαραπλέοντος δὲ καὶ τοῦ στόλου τῇ πεζῇ στρατιᾷ κατήντησαν εἰς Μέμφιν τῆς Αἰγύπτου.
そして、艦隊もまた歩兵軍に並行して航行する中で、彼らはエジプトのメンフィスに到着した。
§11.77.2καὶ τὸ μὲν πρῶτον τὴν πολιορκίαν τοῦ Λευκοῦ τείχους ἔλυσαν, καταπληξάμενοι τοὺς Αἰγυπτίους καὶ τοὺς Ἀθηναίους·
そして最初は、エジプト人とアテナイ人を圧倒して「白い城壁」の包囲を解かせた。
μετὰ δὲ ταῦτα ἐμφρόνως βουλευσάμενοι κατὰ στόμα μὲν παρατάττεσθαι διέκλινον, στρατηγήμασι δὲ ἐφιλοτιμοῦντο καταλῦσαι τὸν πόλεμον.
この後、賢明に熟慮した彼らは、正面から対陣することは避け、計略によって戦争を終わらせることに熱心に努めた。
διόπερ καὶ τῶν Ἀττικῶν νεῶν ὁρμουσῶν ἐν τῇ Προσωπίτιδι λεγομένῃ νήσῳ, τὸν περιρρέοντα ποταμὸν διώρυξι διαλαβόντες ἤπειρον ἐποίησαν τὴν νῆσον.
それゆえ、アッティカの船がプロソピティスと呼ばれる島に停泊しているとき、周囲を流れる川を運河によって遮断して、その島を陸続きにした。
§11.77.3τῶν δὲ νεῶν ἄφνω καθιζουσῶν ἐπὶ ξηρὰν τὴν γῆν, οἱ μὲν Αἰγύπτιοι καταπλαγέντες ἐγκατέλιπον τοὺς Ἀθηναίους καὶ πρὸς τοὺς Πέρσας διελύσαντο·
船が突然、乾いた地面の上に乗り上げてしまったため、エジプト人たちは恐れをなしてアテナイ人たちを見捨て、ペルシア人と和解した。
οἱ δὲ Ἀθηναῖοι συμμάχων ὄντες ἔρημοι καὶ τὰς ναῦς ὁρῶντες ἀχρήστους γεγενημένας, ταύτας μὲν ἐνέπρησαν, ὅπως μὴ τοῖς πολεμίοις ὑποχείριοι γενηθῶσιν, αὐτοὶ δὲ οὐ καταπλαγέντες τὴν δεινότητα τῆς περιστάσεως παρεκάλουν ἀλλήλους μηδὲν ἀνάξιον πρᾶξαι τῶν προκατειργασμένων ἀγώνων.
一方、アテナイ人たちは同盟者を失い、船が使い物にならなくなったのを見て、それらが敵の手中に落ちないように船に火を放ち、自らは事態の深刻さに圧倒されることなく、これまでに戦ってきた闘争にふさわしくないことは何もするまいと、互いに励まし合った。
§11.77.4διόπερ ταῖς ἀρεταῖς ὑπερβαλλόμενοι τοὺς ἐν Θερμοπύλαις ὑπὲρ τῆς Ἑλλάδος ἀποθανόντας, ἑτοίμως εἶχον διαγωνίζεσθαι πρὸς τοὺς πολεμίους.
それゆえ、その勇気においてテルモピュライでヘルラスのために戦死した者たちをも凌駕し、敵と徹底的に戦う覚悟ができていた。
οἱ δὲ στρατηγοὶ τῶν Περσῶν Ἀρτάβαζος καὶ Μεγάβυζος, ὁρῶντες τὴν ὑπερβολὴν τῆς εὐτολμίας τῶν πολεμίων καὶ λογισάμενοι, διότι τούτους οὐ δυνατὸν ἀνελεῖν ἄνευ τοῦ πολλὰς μυριάδας ἀποβαλεῖν τῶν ἰδίων, σπονδὰς ἔθεντο πρὸς τοὺς Ἀθηναίους, καθʼ ἃς ἔδει χωρὶς κινδύνων ἀπελθεῖν αὐτοὺς ἐκ τῆς Αἰγύπτου.
しかしペルシアの将軍であるアルタバゾスとメガビュゾスは、敵の極めて高い勇敢さを見て、また自軍の数万人を失うことなしには彼らを殲滅することは不可能であると判断し、アテナイ人たちが危険を伴わずにエジプトから撤退できるという条件で、彼らと講和を結んだ。
§11.77.5οἱ μὲν οὖν Ἀθηναῖοι διὰ τὴν ἰδίαν ἀρετὴν τυχόντες τῆς σωτηρίας ἀπῆλθον ἐκ τῆς Αἰγύπτου, καὶ διὰ τῆς Λιβύης εἰς Κυρήνην ἀπελθόντες ἐσώθησαν παραδόξως εἰς τὴν πατρίδα.
こうしてアテナイ人たちは、自らの勇気によって救いを得てエジプトを離れ、リビュアを経てキュレネへと退却し、驚くべきことに無事に祖国へと生還した。
§11.77.6ἅμα δὲ τούτοις πραττομένοις ἐν μὲν ταῖς Ἀθήναις Ἐφιάλτης ὁ Σοφωνίδου, δημαγωγὸς ὢν καὶ τὸ πλῆθος παροξύνας κατὰ τῶν Ἀρεοπαγιτῶν, ἔπεισε τὸν δῆμον ψηφίσματι μειῶσαι τὴν ἐξ Ἀρείου πάγου βουλήν, καὶ τὰ πάτρια καὶ περιβόητα νόμιμα καταλῦσαι.
これらのことが行われているのと同時に、アテナイにおいてはソポニデスの息子エフィアルテスが、民衆指導者としてアレオパゴスの法官たちに対して群衆を煽り立て、民衆を説得して、決議によってアレオパゴス評議会の権限を縮小させ、先祖伝来の、そして名高い慣行を廃止させた。
οὐ μὴν ἀθῷός γε διέφυγε τηλικούτοις ἀνομήμασιν ἐπιβαλόμενος, ἀλλὰ τῆς νυκτὸς ἀναιρεθεὶς ἄδηλον ἔσχε τὴν τοῦ βίου τελευτήν.
しかしながら、これほど大きな不法行為に手を染めた彼は罰を免れることはなく、夜の間に殺害され、その生涯の終わりは不明のままであった。