Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §11.76.1-11.76.6

平定雇佣兵叛乱与收复卡塔奈

第 77 段,共 723 段 · 希腊语

内容简介

叙述了西西里叙拉古人与叛乱雇佣兵的战争,杜凯提乌斯与叙拉古人收复卡塔奈,以及被僭主驱逐的旧公民重返家园,促成西西里各城市的普遍和平与重组。

§11.76.1κατὰ δὲ τὴν Σικελίαν Συρακόσιοι μὲν πολεμοῦντες τοῖς ἀφεστηκόσι ξένοις συνεχεῖς προσβολὰς ἐποιοῦντο τῇ τε Ἀχραδινῇ καὶ τῇ Νήσῳ, καὶ ναυμαχίᾳ μὲν ἐνίκησαν τοὺς ἀποστάντας, πεζῇ δʼ οὐκ ἴσχυον ἐκβαλεῖν ἐκ τῆς πόλεως διὰ τὴν ὀχυρότητα τῶν τόπων.
在西西里,叙拉古人与叛乱的外国雇佣兵作战,对阿克拉迪纳和“岛”发动了连续的进攻;虽然他们在海战中击败了叛乱者,但在陆战中由于这些地方的坚固,无法将他们从城中驱逐出去。
§11.76.2μετὰ δὲ ταῦτα παρατάξεως γενομένης ἐπὶ τῆς χώρας, καὶ τῶν ἀγωνιζομένων παρʼ ἀμφοτέροις ἐκθύμως κινδυνευόντων, πεσεῖν συνέβη οὐκ ὀλίγους παρʼ ἀμφοτέροις, νικῆσαι δὲ τοὺς Συρακοσίους.
此后,在野外发生了一场会战,双方的战斗人员都怀着极大的热情冒着生命危险战斗,结果双方都有不少人阵亡,但叙拉古人获得了胜利。
μετὰ δὲ τὴν μάχην οἱ Συρακόσιοι τοὺς μὲν ἐπιλέκτους, ὄντας ἑξακοσίους, αἰτίους γενομένους τῆς νίκης, ἐστεφάνωσαν ἀριστεῖα δόντες ἀργυρίου μνᾶν ἑκάστῳ.
战斗结束后,叙拉古人给作为胜利功臣的六百名精锐士兵戴上花冠,并给每人赐予一米纳白银作为英勇奖赏。
§11.76.3ἅμα δὲ τούτοις πραττομένοις Δουκέτιος μὲν ὁ τῶν Σικελῶν ἡγεμών, χαλεπῶς ἔχων τοῖς τὴν Κατάνην οἰκοῦσι διὰ τὴν ἀφαίρεσιν τῆς τῶν Σικελῶν χώρας, ἐστράτευσεν ἐπʼ αὐτούς.
在这些事情进行的同时,西西里人的领袖杜凯提乌斯因其土地被夺而对卡塔奈的居民怀恨在心,率军讨伐他们。
ὁμοίως δὲ καὶ τῶν Συρακοσίων στρατευσάντων ἐπὶ τὴν Κατάνην, οὗτοι μὲν κοινῇ κατεκληρούχησαν τὴν χώραν καὶ τοὺς κατοικισθέντας ὑφʼ Ἱέρωνος τοῦ δυνάστου ἐπολέμουν·
同样,叙拉古人也出兵讨伐卡塔奈,于是他们共同分配了土地,并与僭主希伦安置在那里的移民交战。
ἀντιταχθέντων δὲ τῶν ἐν τῇ Κατάνῃ καὶ λειφθέντων πλείοσι μάχαις, οὗτοι μὲν ἐξέπεσον ἐκ τῆς Κατάνης, καὶ τὴν νῦν οὖσαν Αἴτνην ἐκτήσαντο, πρὸ τούτου καλουμένην Ἴνησσαν, οἱ δʼ ἐξ ἀρχῆς ἐκ τῆς Κατάνης ὄντες ἐκομίσαντο πολλῷ χρόνῳ τὴν πατρίδα.
卡塔奈的居民虽然列阵迎战,但在多次战斗中落败,最终被逐出卡塔奈,占领了如今被称为埃特纳、在此之前被称为伊内萨的地方;而原本属于卡塔奈的人则在漫长的岁月后收复了家园。
§11.76.4τούτων δὲ πραχθέντων οἱ κατὰ τὴν Ἱέρωνος δυναστείαν ἐκπεπτωκότες ἐκ τῶν ἰδίων πόλεων ἔχοντες τοὺς συναγωνιζομένους κατῆλθον εἰς τὰς πατρίδας, καὶ τοὺς ἀδίκως τὰς ἀλλοτρίας πόλεις ἀφῃρημένους ἐξέβαλον ἐκ τῶν πόλεων· τούτων δʼ ἦσαν Γελῷοι καὶ Ἀκραγαντῖνοι καὶ Ἱμεραῖοι.
这些事情完成后,在希伦统治时期被逐出自己城市的人,在盟友的陪同下回到了祖国,并将那些不义地强占他人城市的人从城市中驱逐出去;这些人中包括盖拉人、阿克拉加斯人和希梅拉人。
§11.76.5παραπλησίως δὲ τούτοις καὶ Ῥηγῖνοι μετὰ Ζαγκλαίων τοὺς Ἀναξίλου παῖδας δυναστεύοντας ἐκβαλόντες ἠλευθέρωσαν τὰς πατρίδας.
与此类似,雷焦人与赞克勒人一起,驱逐了统治他们的阿那克西拉斯的儿子们,解放了他们的祖国。
μετὰ δὲ ταῦτα Καμάριναν μὲν Γελῷοι κατοικίσαντες ἐξ ἀρχῆς κατεκληρούχησαν·
此后,盖拉人重新定居卡马里纳,并从头分配了土地。
αἱ δὲ πόλεις σχεδὸν ἅπασαι πρὸς τὴν κατάλυσιν τῶν πολέμων ὁρμήσασαι, καὶ κοινὸν δόγμα ποιησάμεναι, πρὸς τοὺς κατοικοῦντας ξένους διελύθησαν, καὶ τοὺς φυγάδας καταδεξάμεναι τοῖς ἀρχαίοις πολίταις τὰς πόλεις ἀπέδοσαν, τοῖς δὲ ξένοις τοῖς διὰ τὰς δυναστείας ἀλλοτρίας τὰς πόλεις ἔχουσι συνεχώρησαν τὰ ἑαυτῶν ἀποκομίζειν καὶ κατοικεῖν ἅπαντας ἐν τῇ Μεσσηνίᾳ.
几乎所有的城市都渴望结束战争,通过了共同决议,与居住在城内的外国人达成和解;他们接纳了流亡者,将城市归还给原先的公民,而对于那些因僭主统治而占有他人城市的外国人,则允许他们携带自己的财产,全部定居于美塞尼亚。
§11.76.6αἱ μὲν οὖν κατὰ Σικελίαν ἐν ταῖς πόλεσι στάσεις καὶ ταραχαὶ τοῦτον τὸν τρόπον κατελύθησαν, αἱ δὲ πόλεις τὰς ἀπαλλοτρίους πολιτείας ἀποβαλοῦσαι σχεδὸν ἅπασαι τὰς ἰδίας χώρας κατεκληρούχησαν τοῖς πολίταις πᾶσιν.
就这样,西西里各城市的党争和混乱宣告结束,几乎所有的城市都废除了异质的体制,将各自的土地分配给所有的公民。

词汇与语法注释

  1. §11.76.2πεσεῖν συνέβη οὐκ ὀλίγους παρʼ ἀμφοτέροις, νικῆσαι δὲ τοὺς Συρακοσίους — 无人称动词 συνέβη(“发生”)支配两个并列的“对格+不定式”结构(“πεσεῖν ... οὐκ ὀλίγους”与“νικῆσαι ... τοὺς Συρακοσίους”)作为其主语。连词 δέ 将这两个不同的战斗结果联系在一起,作为同一事件的后续展开。
  2. §11.76.3οὗτοι μὲν κοινῇ κατεκληρούχησαν τὴν χώραν — 指示代词 οὗτοι(“他们”)在此共同指代前文提到的两方势力,即杜凯提乌斯(及其西西里人)与叙拉古人。由于双方都对卡塔奈发动了远征,因此他们共同(κοινῇ)分配了该地土地。
  3. §11.76.4τοὺς ἀδίκως τὰς ἀλλοτρίας πόλεις ἀφῃρημένους — 动词 ἀφαιρέω 的完成时中被动分词 ἀφῃρημένους 在此具有主动/中间态的强占含义(“夺取他人城市者”),支配宾语“τὰς ἀλλοτρίας πόλεις”(“他人的城市”)。在上下文中,它指代在僭主统治下占领城市的不正当占有者,作为动词 ἐξέβαλον(“驱逐”)的直接宾语。
  4. §11.76.5πρὸς τοὺς κατοικοῦντας ξένους διελύθησαν — 被动语态的 διελύθησαν(διαλύω 的不定过去时被动)在此处作相互或不及物动词使用,意为“和解”或“达成协议”,与前置词短语 πρὸς τοὺς ... ξένους(“与居住的外国人”)搭配。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §11.76.1-11.76.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:11.76.1-11.76.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。