Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §11.70.1-11.70.5

塔索斯降服与雅典殖民者在色雷斯覆灭

第 71 段,共 723 段 · 希腊语

内容简介

雅典镇压了塔索斯的叛乱,并加紧包围埃吉纳,展现出对盟友日益强暴的统治,与此同时,被派往安菲波利斯的雅典殖民者在色雷斯全军覆没。

§11.70.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀρχεδημίδου Ῥωμαῖοι μὲν κατέστησαν ὑπάτους Αὖλον Οὐεργίνιον καὶ Τίτον Μινούκιον, Ὀλυμπιὰς δʼ ἤχθη ἑβδομηκοστὴ καὶ ἐνάτη, καθʼ ἣν ἐνίκα στάδιον Ξενοφῶν Κορίνθιος.
在阿尔克德米德斯担任雅典执政官时,罗马人任命奥卢斯·维尔吉尼乌斯与提图斯·米努基乌斯为执政官,且举行了第七十九届奥林匹克运动会,在这一届运动会中,科林斯的克塞诺丰获得了短跑项目的冠军。
ἐπὶ δὲ τούτων ἀποστάντες Θάσιοι ἀπὸ Ἀθηναίων, μετάλλων ἀμφισβητοῦντες, ἐκπολιορκηθέντες ὑπὸ τῶν Ἀθηναίων ἠναγκάσθησαν πάλιν ὑπʼ ἐκείνους τάττεσθαι.
在他们任职期间,由于在矿山归属上存在争议而背叛雅典人的塔索斯人,在被雅典人包围并攻陷后,被迫重新归顺到雅典人的统治之下。
§11.70.2ὁμοίως δὲ καὶ Αἰγινήτας ἀποστάντας Ἀθηναῖοι χειρωσόμενοι τὴν Αἴγιναν πολιορκεῖν ἐπεχείρησαν· αὕτη γὰρ ἡ πόλις τοῖς κατὰ θάλατταν ἀγῶσι πολλάκις εὐημεροῦσα φρονήματός τε πλήρης ἦν καὶ χρημάτων καὶ τριήρων εὐπορεῖτο, καὶ τὸ σύνολον ἀλλοτρίως ἀεὶ διέκειτο πρὸς Ἀθηναίους.
同样地,雅典人为了制服背叛的埃吉纳人,企图包围埃吉纳;因为这座城市在海战中屡屡获胜,因而充满骄傲,并拥有丰富的财货和三列桨战船,总的说来,它始终对雅典人怀有敌意。
§11.70.3διόπερ στρατεύσαντες ἐπʼ αὐτὴν τὴν χώραν ἐδῄωσαν, καὶ τὴν Αἴγιναν πολιορκοῦντες ἔσπευδον ἑλεῖν κατὰ κράτος.
因此,雅典人向其领土发动远征并予以蹂躏,并在包围埃吉纳时急于用武力将其攻克。
καθόλου γὰρ ἐπὶ πολὺ τῇ δυνάμει προκόπτοντες οὐκέτι τοῖς συμμάχοις ὥσπερ πρότερον ἐπιεικῶς ἐχρῶντο, ἀλλὰ βιαίως καὶ ὑπερηφάνως ἦρχον.
因为总的来说,随着势力大为增长,他们不再像以前那样宽厚地对待盟友,而是以暴力和傲慢的方式进行统治。
§11.70.4διόπερ οἱ πολλοὶ τῶν συμμάχων τὴν βαρύτητα φέρειν ἀδυνατοῦντες ἀλλήλοις διελέγοντο περὶ ἀποστάσεως, καί τινες τοῦ κοινοῦ συνεδρίου καταφρονήσαντες κατʼ ἰδίαν ἐτάττοντο.
因此,大多数盟友无法忍受这种沉重的压迫,互相商讨背叛之事,甚至有些人蔑视共同评议会,开始私下里自立门户。
§11.70.5ἅμα δὲ τούτοις πραττομένοις Ἀθηναῖοι θαλαττοκρατοῦντες εἰς Ἀμφίπολιν ἐξέπεμψαν οἰκήτορας μυρίους, οὓς μὲν ἐκ τῶν πολιτῶν, οὓς δʼ ἐκ τῶν συμμάχων καταλέξαντες, καὶ τὴν χώραν κατακληρουχήσαντες μέχρι μέν τινος ἐκράτουν τῶν Θρᾳκῶν, ὕστερον δὲ αὐτῶν ἀναβάντων εἰς Θρᾴκην συνέβη πάντας τοὺς εἰσβαλόντας εἰς τὴν χώραν τῶν Θρᾳκῶν ὑπὸ τῶν Ἠδωνῶν καλουμένων διαφθαρῆναι.
在这些事情发生的同时,掌握海上霸权的雅典人向安菲波利斯派遣了一万名殖民者,他们是从本国公民以及盟友中选拔募建的。 在分配了土地之后,他们起初在一定程度上支配着色雷斯人,但后来当他们深入色雷斯腹地时,所有侵入该地区的人都被称为埃多尼亚人的人全部消灭。

词汇与语法注释

  1. 11.70.1μετάλλων ἀμφισβητοῦντες — 争论的对象“矿山”以属格 `μετάλλων` 出现,受现在分词 `ἀμφισβητοῦντες` 的支配。
  2. 11.70.2χειρωσόμενοι — 将来主动分词。表示主句动词 `ἐπεχείρησαν` 的主语(`Ἀθηναῖοι`)的意图或目的(“企图制服”),并以宾格的 `Αἰγινήτας ἀποστάντας` 作为其宾语。
  3. 11.70.5αὐτῶν ἀναβάντων — 属格独立结构。虽然代词 `αὐτῶν` 在语法上也可以指代前文的 `Θρᾳκῶν`(色雷斯人),但在上下文中,将其理解为指代深入内陆的雅典殖民者(`οἰκήτορας`)最为自然。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §11.70.1-11.70.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:11.70.1-11.70.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。