§11.70.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀρχεδημίδου Ῥωμαῖοι μὲν κατέστησαν ὑπάτους Αὖλον Οὐεργίνιον καὶ Τίτον Μινούκιον, Ὀλυμπιὰς δʼ ἤχθη ἑβδομηκοστὴ καὶ ἐνάτη, καθʼ ἣν ἐνίκα στάδιον Ξενοφῶν Κορίνθιος.
アテナイでアルケデミデスが執政官であったとき、ローマ人はアウルス・ウェルギニウスとティトス・ミヌキウスを執政官に任命し、また第七十九回オリンピア競技会が開催され、そこではコリントスのクセノポンがスタディオン走で優勝した。
ἐπὶ δὲ τούτων ἀποστάντες Θάσιοι ἀπὸ Ἀθηναίων, μετάλλων ἀμφισβητοῦντες, ἐκπολιορκηθέντες ὑπὸ τῶν Ἀθηναίων ἠναγκάσθησαν πάλιν ὑπʼ ἐκείνους τάττεσθαι.
これらの者の任期中、アテナイ人から離反したタソス人は、鉱山をめぐって争っていたが、アテナイ人によって包囲され降伏させられた結果、再び彼らの配下に加わることを余儀なくされた。
§11.70.2ὁμοίως δὲ καὶ Αἰγινήτας ἀποστάντας Ἀθηναῖοι χειρωσόμενοι τὴν Αἴγιναν πολιορκεῖν ἐπεχείρησαν·
同様に、アテナイ人は離反したアイギナ人を制圧しようとして、アイギナの包囲に着手した。
αὕτη γὰρ ἡ πόλις τοῖς κατὰ θάλατταν ἀγῶσι πολλάκις εὐημεροῦσα φρονήματός τε πλήρης ἦν καὶ χρημάτων καὶ τριήρων εὐπορεῖτο, καὶ τὸ σύνολον ἀλλοτρίως ἀεὶ διέκειτο πρὸς Ἀθηναίους.
というのも、この都市は海上での戦いにおいてしばしば勝利を収めていたため誇りに満ちており、富と三段櫂船が豊富であって、概して常にアテナイ人に対して敵意を抱いていたからである。
§11.70.3διόπερ στρατεύσαντες ἐπʼ αὐτὴν τὴν χώραν ἐδῄωσαν, καὶ τὴν Αἴγιναν πολιορκοῦντες ἔσπευδον ἑλεῖν κατὰ κράτος.
それゆえ彼らはその領土へと遠征してこれを荒廃させ、アイギナを包囲して力ずくで占領しようと急いだ。
καθόλου γὰρ ἐπὶ πολὺ τῇ δυνάμει προκόπτοντες οὐκέτι τοῖς συμμάχοις ὥσπερ πρότερον ἐπιεικῶς ἐχρῶντο, ἀλλὰ βιαίως καὶ ὑπερηφάνως ἦρχον.
総じて、アテナイ人はその勢力を大いに伸ばすにつれて、もはや以前のように同盟諸国に対して寛大に接することはなく、強圧的かつ傲慢に支配するようになっていた。
§11.70.4διόπερ οἱ πολλοὶ τῶν συμμάχων τὴν βαρύτητα φέρειν ἀδυνατοῦντες ἀλλήλοις διελέγοντο περὶ ἀποστάσεως, καί τινες τοῦ κοινοῦ συνεδρίου καταφρονήσαντες κατʼ ἰδίαν ἐτάττοντο.
それゆえ、同盟諸国の多くはその圧政に耐えることができず、離反について互いに話し合い、ある者たちは共同評議会を軽視して独自の陣営に付くようになった。
§11.70.5ἅμα δὲ τούτοις πραττομένοις Ἀθηναῖοι θαλαττοκρατοῦντες εἰς Ἀμφίπολιν ἐξέπεμψαν οἰκήτορας μυρίους, οὓς μὲν ἐκ τῶν πολιτῶν, οὓς δʼ ἐκ τῶν συμμάχων καταλέξαντες, καὶ τὴν χώραν κατακληρουχήσαντες μέχρι μέν τινος ἐκράτουν τῶν Θρᾳκῶν, ὕστερον δὲ αὐτῶν ἀναβάντων εἰς Θρᾴκην συνέβη πάντας τοὺς εἰσβαλόντας εἰς τὴν χώραν τῶν Θρᾳκῶν ὑπὸ τῶν Ἠδωνῶν καλουμένων διαφθαρῆναι.
これらのことが行われているのと同時に、海上を支配していたアテナイ人はアンフィポリスへ一万人の入植者を派遣したが、彼らは市民から、また一部は同盟諸国から選んで募った者たちであり、その土地を分配した。 彼らはしばらくの間はトラキア人を支配していたが、後に彼らがトラキアの内陸へと入っていったとき、その地に侵入した者がみな、エドノイ人と呼ばれる者たちによって殺戮されるという事態が生じた。