§11.65.1μετὰ δὲ ταῦτα Ἀθήνησι μὲν ἦν ἄρχων Θεαγενείδης, ἐν Ῥώμῃ δʼ ὕπατοι καθειστήκεσαν Λεύκιος Αἰμίλιος Μάμερκος καὶ Λεύκιος Ἰούλιος Ἴουλος, Ὀλυμπιὰς δʼ ἤχθη ἑβδομηκοστὴ καὶ ὀγδόη, καθʼ ἣν ἐνίκα στάδιον Παρμενίδης Ποσειδωνιάτης.
此后,在雅典,塞阿格尼德担任执政官,而在罗马,卢基乌斯·埃米利乌斯·马梅尔库斯和卢基乌斯·尤利乌斯·尤卢斯出任执政官,第78届奥林匹亚竞技会举行,其中波塞多尼亚的巴曼尼得斯赢得了短跑比赛。
ἐπὶ δὲ τούτων Ἀργείοις καὶ Μυκηναίοις ἐνέστη πόλεμος διὰ τοιαύτας αἰτίας.
在他们的任期内,阿尔戈斯人和迈锡尼人之间由于以下原因爆发了战争。
§11.65.2Μυκηναῖοι διὰ τὸ παλαιὸν ἀξίωμα τῆς ἰδίας πατρίδος οὐχ ὑπήκουον τοῖς Ἀργείοις, ὥσπερ αἱ λοιπαὶ πόλεις αἱ κατὰ τὴν Ἀργείαν, ἀλλὰ κατʼ ἰδίαν ταττόμενοι τοῖς Ἀργείοις οὐ προσεῖχον· ἠμφισβήτουν δὲ καὶ περὶ τῶν ἱερῶν τῆς Ἥρας, καὶ τὸν ἀγῶνα τῶν Νεμέων ἠξίουν αὐτοὶ διοικεῖν· πρὸς δὲ τούτοις τῶν Ἀργείων ψηφισαμένων μὴ συμμαχεῖν εἰς Θερμοπύλας τοῖς Λακεδαιμονίοις, ἐὰν μὴ μέρος τῆς ἡγεμονίας αὐτοῖς παραδῶσι, μόνοι τῶν τὴν Ἀργείαν κατοικούντων συνεμάχησαν οἱ Μυκηναῖοι τοῖς Λακεδαιμονίοις.
迈锡尼人由于自己祖国的古老声望,不像阿耳戈斯地区(阿耳戈利斯)的其他城市那样服从阿尔戈斯人,而是保持独立的地位,不理会阿尔戈斯人;他们还在赫拉神庙的管理权上发生争执,并声称自己有权主办尼米亚竞技会;除此以外,当阿尔戈斯人决议除非分给他们一部分领导权、否则不作为盟友与拉刻代蒙人在温泉关并肩作战时,在居住在阿耳戈斯地区的人中,唯有迈锡尼人作为盟友与拉刻代蒙人并肩作战。
§11.65.3τὸ δὲ σύνολον ὑπώπτευον αὐτούς, μήποτε ἰσχύσαντες ἐπὶ πλέον τῆς ἡγεμονίας ἀμφισβητήσωσι τοῖς Ἀργείοις διὰ τὸ παλαιὸν φρόνημα τῆς πόλεως.
总之,阿尔戈斯人怀疑他们,担心他们变得更加强大,并由于该市古老的自豪感而与阿尔戈斯人争夺领导权。
διὰ δὴ ταύτας τὰς αἰτίας ἀλλοτρίως διακείμενοι, πάλαι μὲν ἔσπευδον ἆραι τὴν πόλιν, τότε δὲ καιρὸν εὔθετον ἔχειν ἐνόμιζον, ὁρῶντες τοὺς Λακεδαιμονίους τεταπεινωμένους καὶ μὴ δυναμένους τοῖς Μυκηναίοις βοηθεῖν.
正是出于这些原因,他们怀有敌意,早就渴望毁灭这座城市,当时他们认为自己有了一个合适的机会,因为他们看到拉刻代蒙人已经衰落,无法帮助迈锡尼人。
ἀθροίσαντες οὖν ἀξιόλογον δύναμιν ἔκ τε Ἄργους καὶ ἐκ τῶν συμμαχίδων πόλεων ἐστράτευσαν ἐπʼ αὐτούς, νικήσαντες δὲ μάχῃ τοὺς Μυκηναίους καὶ συγκλείσαντες ἐντὸς τειχῶν ἐπολιόρκουν τὴν πόλιν.
于是,他们从阿尔戈斯和盟友城市集结了相当规模的军队,向他们发动进攻,在战斗中击败了迈锡尼人,并将其困在城墙内,包围了这座城市。
§11.65.4οἱ δὲ Μυκηναῖοι χρόνον μέν τινα τοὺς πολιορκοῦντας εὐτόνως ἠμύνοντο, μετὰ δὲ ταῦτα λειπόμενοι τῷ πολέμῳ, καὶ τῶν Λακεδαιμονίων μὴ δυναμένων βοηθῆσαι διὰ τοὺς ἰδίους πολέμους καὶ τὴν ἐκ τῶν σεισμῶν γενομένην αὐτοῖς συμφοράν, ἄλλων δʼ οὐκ ὄντων συμμάχων, ἐρημίᾳ τῶν ἐπικουρούντων κατὰ κράτος ἥλωσαν.
迈锡尼人起初在一段时间内强有力地抵抗了包围者,但此后在战争中处于劣势,而且拉刻代蒙人由于自身的战争以及地震带给他们的灾难而无法提供援助,又没有其他盟友,因此在缺乏救援的情况下,他们被强攻攻陷。
§11.65.5οἱ δὲ Ἀργεῖοι τοὺς Μυκηναίους ἀνδραποδισάμενοι καὶ δεκάτην ἐξ αὐτῶν τῷ θεῷ καθιερώσαντες, τὰς Μυκήνας κατέσκαψαν.
阿尔戈斯人奴役了迈锡尼人,并将其中十分之一献给神明,彻底拆毁了迈锡尼。
αὕτη μὲν οὖν ἡ πόλις, εὐδαίμων ἐν τοῖς ἀρχαίοις χρόνοις γενομένη καὶ μεγάλους ἄνδρας ἔχουσα καὶ πράξεις ἀξιολόγους ἐπιτελεσαμένη, τοιαύτην ἔσχε τὴν καταστροφήν, καὶ διέμεινεν ἀοίκητος μέχρι τῶν καθʼ ἡμᾶς χρόνων.
因此,这座在古代曾繁荣兴旺、拥有伟大人物并成就了卓越功绩的城市,落得如此覆灭的结局,并一直荒废至今。
ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.
这些便是这一年里所发生的事情。