§11.64.1οἱ δὲ Μεσσήνιοι μετὰ τῶν Εἱλώτων συνταχθέντες τὸ μὲν πρῶτον ὥρμησαν ἐπὶ τὴν Σπάρτην, ὑπολαμβάνοντες αὐτὴν αἱρήσειν διὰ τὴν ἐρημίαν τῶν βοηθησόντων·
麦塞尼亚人与黑劳士一起整顿军队,起初向斯巴达进军,认为由于缺乏援军可以轻易攻占它。
ὡς δʼ ἤκουσαν τοὺς ὑπολελειμμένους μετʼ Ἀρχιδάμου τοῦ βασιλέως συντεταγμένους ἑτοίμους εἶναι πρὸς τὸν ὑπὲρ τῆς πατρίδος ἀγῶνα, ταύτης μὲν τῆς ἐπιβολῆς ἀπέστησαν, καταλαβόμενοι δὲ τῆς Μεσσηνίας χωρίον ὀχυρόν, ἐκ τούτου τὴν ὁρμὴν ποιούμενοι κατέτρεχον τὴν Λακωνικήν.
但当他们听说幸存者已在国王阿基达马斯的率领下整队完毕,并准备为保卫祖国而战斗时,便放弃了这一企图。 他们占领了麦塞尼亚的一处险要之地,以此为基地不断出击,袭击拉科尼亚地区。
§11.64.2οἱ δὲ Σπαρτιᾶται καταφυγόντες ἐπὶ τὴν παρὰ τῶν Ἀθηναίων βοήθειαν προσελάβοντο παρʼ αὐτῶν δύναμιν· οὐδὲν δʼ ἧττον καὶ παρὰ τῶν ἄλλων συμμάχων ἀθροίσαντες δυνάμεις ἀξιόμαχοι τοῖς πολεμίοις ἐγενήθησαν.
斯巴达人向雅典人寻求援助,并从他们那里得到了兵力支持;同样,他们也从其他盟友那里集结了军队,从而拥有了足与敌人匹敌的战斗力。
καὶ τὸ μὲν πρῶτον πολὺ προεῖχον τῶν πολεμίων, ὕστερον δὲ ὑποψίας γενομένης ὡς τῶν Ἀθηναίων μελλόντων ἀποκλίνειν πρὸς τοὺς Μεσσηνίους, ἀπέλυσαν αὐτῶν τὴν συμμαχίαν, φήσαντες ἱκανοὺς ἔχειν πρὸς τὸν ἐφεστῶτα κίνδυνον τοὺς ἄλλους συμμάχους.
起初,他们对敌人占有绝对优势,但后来,由于怀疑雅典人企图偏向麦塞尼亚人,他们便解除了与雅典人的同盟,并声称其他盟友已足够应对眼前的危险。
§11.64.3οἱ δὲ Ἀθηναῖοι δόξαντες ἑαυτοὺς ἠτιμάσθαι, τότε μὲν ἀπηλλάγησαν· μετὰ δὲ ταῦτα ἀλλοτρίως ἔχοντες τὰ πρὸς τοὺς Λακεδαιμονίους ἀεὶ μᾶλλον τὴν ἔχθραν ἐξεπύρσευον.
雅典人认为自己受到了侮辱,当时便撤离了;但在此之后,他们对拉刻代蒙人的关系日益疏远,不断煽动彼此间的仇恨。
διὸ καὶ ταύτην μὲν ἀρχὴν ἔλαβον τῆς ἀλλοτριότητος,ὕστερον δὲ αἱ πόλεις διηνέχθησαν, καὶ μεγάλους ἐπανελόμεναι πολέμους ἔπλησαν ἅπασαν τὴν Ἑλλάδα μεγάλων ἀτυχημάτων.
因此,这便成了他们交恶的开端,后来两座城市发生不和,挑起大战,使整个希腊陷入巨大的灾难之中。
ἀλλὰ γὰρ περὶ τούτων τὰ κατὰ μέρος ἐν τοῖς οἰκείοις χρόνοις ἀναγράψομεν.
不过,关于这些事情,我们将在适当的时间在各自的篇章中予以详细记载。
§11.64.4τότε δὲ οἱ Λακεδαιμόνιοι στρατεύσαντες ἐπὶ τὴν Ἰθώμην μετὰ τῶν συμμάχων ἐπολιόρκουν αὐτήν.
当时,拉刻代蒙人与盟友一起向伊索米进军并包围了该地。
οἱ δʼ Εἵλωτες πανδημεὶ τῶν Λακεδαιμονίων ἀφεστῶτες συνεμάχουν τοῖς Μεσσηνίοις, καὶ ποτὲ μὲν ἐνίκων, ποτὲ δὲ ἡττῶντο.
黑劳士人全体反叛拉刻代蒙人,与麦塞尼亚人并肩作战,他们时而获胜,时而战败。
ἐπὶ δὲ ἔτη δέκα τοῦ πολέμου μὴ δυναμένου διακριθῆναι, διετέλουν τοῦτον τὸν χρόνον ἀλλήλους κακοποιοῦντες.
由于战争在十年间无法分出胜负,在此期间,他们一直互相伤害。