Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §11.62.1-11.62.3

基蒙赢得的声誉与雅典的战胜献纳铭文

第 63 段,共 723 段 · 希腊语

内容简介

由于在欧里梅东河战役中取得的胜利,基蒙在全希腊赢得了极高的声誉,雅典也因巨额战利品而强大起来。雅典人民将战利品的十分之一献给神明,并刻下铭文以纪念他们在陆地和海洋上的双重胜利。

§11.62.1Κίμων δὲ διὰ τῆς ἰδίας στρατηγίας καὶ ἀρετῆς μεγάλα κατωρθωκώς, περιβόητον ἔσχε τὴν δόξαν οὐ μόνον παρὰ τοῖς πολίταις, ἀλλὰ καὶ παρὰ τοῖς ἄλλοις Ἕλλησιν.
基蒙因凭着自己的将才和美德取得了巨大的成功,不仅在同胞市民中,而且在其他希腊人中都赢得了举世闻名的声誉。
αἰχμαλώτους γὰρ εἰλήφει τριακοσίας καὶ τετταράκοντα ναῦς, ἄνδρας δὲ ὑπὲρ τοὺς δισμυρίους, χρημάτων δὲ πλῆθος ἀξιόλογον.
因为他俘获了三百四十艘船只、两万余名士兵,以及数量惊人的财富。
§11.62.2οἱ δὲ Πέρσαι τηλικούτοις ἐλαττώμασι περιπεπτωκότες ἄλλας τριήρεις πλείους κατεσκεύασαν, φοβούμενοι τὴν τῶν Ἀθηναίων αὔξησιν.
而波斯人因遭受了如此惨重的失败,害怕雅典人的壮大,便建造了更多数量的三段击船。
ἀπὸ γὰρ τούτων τῶν χρόνων ἡ πόλις τῶν Ἀθηναίων πολλὴν ἐπίδοσιν ἐλάμβανε, χρημάτων τε πλήθει κατασκευασθεῖσα καὶ δόξης μεγάλης ἐν ἀνδρείᾳ καὶ στρατηγίᾳ τυχοῦσα.
因为从这时起,雅典城邦开始取得巨大的发展,不仅因充足的财富而装备完善,而且在英勇与将才方面获得了极大的名声。
§11.62.3ὁ δὲ δῆμος τῶν Ἀθηναίων δεκάτην ἐξελόμενος ἐκ τῶν λαφύρων ἀνέθηκε τῷ θεῷ, καὶ τὴν ἐπιγραφὴν ἐπὶ τὸ κατασκευασθὲν ἀνάθημα ἐνέγραψε τήνδε, " ἐξ οὗ γʼ Εὐρώπην Ἀσίας δίχα πόντος ἔνειμε καὶ πόλιας θνητῶν θοῦρος Ἄρης ἐπέχει, οὐδέν πω τοιοῦτον ἐπιχθονίων γένετʼ ἀνδρῶν ἔργον ἐν ἠπείρῳ καὶ κατὰ πόντον ἅμα.
雅典的人民从战利品中提取了十分之一献给神明,并在所建造的奉纳品上刻下了如下的铭文:「自海洋将欧洲与亚洲分割开来以来,且狂暴的阿瑞斯支配着凡人的城邦以来,在尘世的人类之中,还从未发生过如此同时在陆地与海洋上建立的伟业。
οἵδε γὰρ ἐν Κύπρῳ Μήδους πολλοὺς ὀλέσαντες Φοινίκων ἑκατὸν ναῦς ἕλον ἐν πελάγει ἀνδρῶν πληθούσας, μέγα δʼ ἔστενεν Ἀσὶς ὑπʼ αὐτῶν πληγεῖσʼ ἀμφοτέραις χερσὶ κράτει πολέμου. "
因为这些人,在塞浦路斯消灭了许多米底人,在公海上俘获了一百艘腓尼基人的船只,其上载满了士兵。 亚洲因他们而发出了巨大的哀叹,在战争的威力下被双手重创。 」

词汇与语法注释

  1. §11.62.1κατωρθωκώς — 完成时分词,表示在主句动词 ἔσχε 之前发生的事实,在此处作原因状语(“因为取得了……”)解释最为自然。
  2. §11.62.2κατασκευασθεῖσα — 阴性单数主格被动分词,修饰主语 ἡ πόλις。它与后面的主动分词 τυχούσα 并列,解释了雅典城邦得以发展的状态或原因(“因……装备完善,且获得了……”)。
  3. §11.62.3ἐξ οὗ — 时间连词短语,带有中性属格关系代词 οὗ(省略了 χρόνου 等先行词),意为“自……以来”。在此处它支配着 πόντος ἔνειμε 和 Ἄρης ἐπέχει 两个从句。
  4. §11.62.3ἀμφοτέραις χερσὶ — 与格表示手段或方式。身体隐喻“用双手”诗意地表现了雅典军队在“陆地”和“海洋”上同时进行的两重猛烈打击(胜利)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §11.62.1-11.62.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:11.62.1-11.62.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。