§11.62.1Κίμων δὲ διὰ τῆς ἰδίας στρατηγίας καὶ ἀρετῆς μεγάλα κατωρθωκώς, περιβόητον ἔσχε τὴν δόξαν οὐ μόνον παρὰ τοῖς πολίταις, ἀλλὰ καὶ παρὰ τοῖς ἄλλοις Ἕλλησιν.
キモンは自らの将才と優れた徳によって大いなる偉業を成し遂げたので、自国の市民たちの間だけでなく、他のギリシア人たちの間でもその名声を世に広く轟かせた。
αἰχμαλώτους γὰρ εἰλήφει τριακοσίας καὶ τετταράκοντα ναῦς, ἄνδρας δὲ ὑπὲρ τοὺς δισμυρίους, χρημάτων δὲ πλῆθος ἀξιόλογον.
実際、彼は敵の船三百四十隻を捕獲し、二万人を超える人々、そして無視できない多額の財宝を手に入れたのである。
§11.62.2οἱ δὲ Πέρσαι τηλικούτοις ἐλαττώμασι περιπεπτωκότες ἄλλας τριήρεις πλείους κατεσκεύασαν, φοβούμενοι τὴν τῶν Ἀθηναίων αὔξησιν.
一方、ペルシア人たちはこのような大敗を喫したため、アテナイ人の勢力拡大を恐れて、さらに多くの三段櫂船を建造した。
ἀπὸ γὰρ τούτων τῶν χρόνων ἡ πόλις τῶν Ἀθηναίων πολλὴν ἐπίδοσιν ἐλάμβανε, χρημάτων τε πλήθει κατασκευασθεῖσα καὶ δόξης μεγάλης ἐν ἀνδρείᾳ καὶ στρατηγίᾳ τυχοῦσα.
というのも、この時期からアテナイの都市は多大なる発展を遂げることになり、豊富な資金によって整備され、勇気と将才において大いなる名声を得たからである。
§11.62.3ὁ δὲ δῆμος τῶν Ἀθηναίων δεκάτην ἐξελόμενος ἐκ τῶν λαφύρων ἀνέθηκε τῷ θεῷ, καὶ τὴν ἐπιγραφὴν ἐπὶ τὸ κατασκευασθὲν ἀνάθημα ἐνέγραψε τήνδε,
"
ἐξ οὗ γʼ Εὐρώπην Ἀσίας δίχα πόντος ἔνειμε
καὶ πόλιας θνητῶν θοῦρος Ἄρης ἐπέχει,
οὐδέν πω τοιοῦτον ἐπιχθονίων γένετʼ ἀνδρῶν
ἔργον ἐν ἠπείρῳ καὶ κατὰ πόντον ἅμα.
アテナイの民衆は戦利品から十分の一を取り分けて神に捧げ、その造られた奉納品の上に次のような銘文を刻んだ。 「海がヨーロッパをアジアから引き裂いて分け、荒ぶるアレスが死すべき人間の諸都市を支配して以来、地上の人間たちの間で、これほど優れた陸と海の双方における偉業はかつて生じたことがない。
οἵδε γὰρ ἐν Κύπρῳ Μήδους πολλοὺς ὀλέσαντες
Φοινίκων ἑκατὸν ναῦς ἕλον ἐν πελάγει
ἀνδρῶν πληθούσας, μέγα δʼ ἔστενεν Ἀσὶς ὑπʼ αὐτῶν
πληγεῖσʼ ἀμφοτέραις χερσὶ κράτει πολέμου.
なぜなら、彼らはキプロスで多くのメディア人を滅ぼし、沖合で、兵員に満ちたフェニキア人の船百隻を捕らえたからである。 そしてアジアは彼らによって、戦争の力において、両手で打ちのめされて大いに嘆いた。
"
」