§11.61.1μετὰ δὲ ταῦτα ὁ μὲν Κίμων οὐκ ἀρκεσθεὶς τηλικαύτῃ νίκῃ παραχρῆμα παντὶ τῷ στόλῳ προσκατῆρεν ἐπὶ τὸ πεζὸν τῶν Περσῶν στρατόπεδον, οὔσης τῆς παρεμβολῆς παρὰ τὸν Εὐρυμέδοντα ποταμόν.
此后,基蒙并不满足于如此辉煌的胜利,立刻率领全舰队向波斯人的陆军营地驶去,其营地就在欧里梅东河畔。
βουλόμενος δὲ καταστρατηγῆσαι τοὺς βαρβάρους, ἐνεβίβασεν εἰς τὰς αἰχμαλωτίδας ναῦς τῶν ἰδίων τοὺς ἀρίστους, δοὺς τιάρας καὶ τὴν ἄλλην κατασκευὴν περιθεὶς Περσικήν.
他为了在智谋上战胜蛮族,将自己最优秀的士兵装载在缴获的敌船上,给他们戴上波斯帽,并让他们穿戴上其余的波斯装备。
§11.61.2οἱ δὲ βάρβαροι προσπλέοντος ἄρτι τοῦ στόλου ταῖς Περσικαῖς ναυσὶ καὶ παρασκευαῖς ψευσθέντες ὑπέλαβον τὰς ἰδίας τριήρεις εἶναι.
蛮族因刚刚驶近的舰队使用波斯船只和装备而被蒙骗,误以为那是他们自己的三段击船。
διόπερ οὗτοι μὲν προσεδέξαντο τοὺς Ἀθηναίους ὡς φίλους ὄντας, ὁ δὲ Κίμων ἤδη νυκτὸς ἐπιγενομένης ἐκβιβάσας τοὺς στρατιώτας, καὶ προσδεχθεὶς ὡς φίλος ὑπʼ αὐτῶν, εἰσέπεσεν εἰς τὴν στρατοπεδείαν τῶν βαρβάρων.
因此,他们把雅典人当作朋友接待;而基蒙在夜幕降临时,便让士兵登岸,并在被对方当作朋友接待的情况下,突袭了蛮族的营地。
§11.61.3ταραχῆς δὲ μεγάλης γενομένης παρὰ τοῖς Πέρσαις, οἱ μὲν περὶ τὸν Κίμωνα πάντας τοὺς ἐντυγχάνοντας ἔκτειναν, καὶ τὸν μὲν στρατηγὸν τῶν βαρβάρων τὸν ἕτερον Φερενδάτην, ἀδελφιδοῦν τοῦ βασιλέως, ἐν τῇ σκηνῇ καταλαβόντες ἐφόνευσαν, τῶν δʼ ἄλλων οὓς μὲν ἔκτεινον, οὓς δὲ κατετραυμάτιζον, πάντας δὲ διὰ τὸ παράδοξον τῆς ἐπιθέσεως φεύγειν ἠνάγκασαν, καθόλου δʼ ἔκπληξις ἅμα καὶ ἄγνοια τοιαύτη κατεῖχε τοὺς Πέρσας, ὥσθʼ οἱ πλείους τοὺς ἐπιτιθεμένους αὐτοῖς οἵτινες ἦσαν οὐκ ἐγίνωσκον.
随着波斯人中发生极大的混乱,基蒙手下的人杀死了所有遇到的人,并在帐篷中捕获并杀死了蛮族的另一位将军、国王的侄子费伦达特斯;对于其他人,他们有的杀死,有的打伤,并因袭击的突如其来,迫使所有人逃跑。 总的来说,惊愕与茫然同时笼罩着波斯人,以至于大多数人都不知道袭击他们的是谁。
§11.61.4τοὺς μὲν γὰρ Ἕλληνας οὐχ ὑπελάμβανον ἥκειν πρὸς αὐτοὺς μετὰ δυνάμεως, τὸ σύνολον μηδʼ ἔχειν αὐτοὺς πεζὴν στρατιὰν πεπεισμένοι· τοὺς δὲ Πισίδας, ὄντας ὁμόρους καὶ τὰ πρὸς αὐτοὺς ἀλλοτρίως ἔχοντας, ὑπελάμβανον ἥκειν μετὰ δυνάμεως.
因为他们不认为希腊人会带着军队来攻打他们,他们坚信希腊人根本没有陆军;他们反而认为,作为邻国且与他们关系敌对的皮西迪亚人带着军队来了。
διὸ καὶ νομίσαντες ἀπὸ τῆς ἠπείρου τὴν ἐπιφορὰν εἶναι τῶν πολεμίων, πρὸς τὰς ναῦς ὡς πρὸς φιλίας ἔφευγον.
因此,他们以为敌人的袭击来自内陆,便向船只逃去,以为那是友方的船只。
§11.61.5τῆς δὲ νυκτὸς οὔσης ἀσελήνου καὶ σκοτεινῆς συνέβαινε τὴν ἄγνοιαν πολὺ μᾶλλον αὔξεσθαι καὶ μηδένα τἀληθὲς δύνασθαι ἰδεῖν.
由于夜无月色且一片黑暗,混乱变得更加严重,没有人能看清真相。
§11.61.6διὸ καὶ πολλοῦ φόνου γενομένου διὰ τὴν ἀταξίαν τῶν βαρβάρων, ὁ μὲν Κίμων προειρηκὼς τοῖς στρατιώταις πρὸς τὸν ἀρθησόμενον πυρσὸν συντρέχειν, ἦρε πρὸς ταῖς ναυσὶ σύσσημον, εὐλαβούμενος μὴ διεσπαρμένων τῶν στρατιωτῶν καὶ πρὸς ἁρπαγὴν ὁρμησάντων γένηταί τι παράλογον.
因此,虽然由于蛮族的无秩序而发生了大屠杀,但基蒙已经预先吩咐士兵们向将要升起的火炬处聚集,于是在船只附近升起了信号火,因为他担心如果士兵分散并忙于掠夺,会发生意外的变故。
§11.61.7πάντων δὲ πρὸς τὸν πυρσὸν ἀθροισθέντων καὶ παυσαμένων τῆς ἁρπαγῆς, τότε μὲν εἰς τὰς ναῦς ἀπεχώρησαν, τῇ δʼ ὑστεραίᾳ τρόπαιον στήσαντες ἀπέπλευσαν εἰς τὴν Κύπρον, νενικηκότες δύο καλλίστας νίκας, τὴν μὲν κατὰ γῆν, τὴν δὲ κατὰ θάλατταν· οὐδέπω γὰρ μνημονεύονται τοιαῦται καὶ τηλικαῦται πράξεις γενέσθαι κατὰ τὴν αὐτὴν ἡμέραν καὶ ναυτικῷ καὶ πεζῷ στρατοπέδῳ.
当所有人聚集到火炬处并停止掠夺后,他们当时便退回船上,次日树立起战胜纪念碑,航行往塞浦路斯,他们赢得了两场最辉煌的胜利,一场在陆地,另一场在海上;因为在历史上,还从未记载过海陆两军在同一天内取得如此巨大且显赫的功绩。