§11.61.1μετὰ δὲ ταῦτα ὁ μὲν Κίμων οὐκ ἀρκεσθεὶς τηλικαύτῃ νίκῃ παραχρῆμα παντὶ τῷ στόλῳ προσκατῆρεν ἐπὶ τὸ πεζὸν τῶν Περσῶν στρατόπεδον, οὔσης τῆς παρεμβολῆς παρὰ τὸν Εὐρυμέδοντα ποταμόν.
この後、キモンはこのような大勝利に満足せず、直ちに全艦隊を率いて、エウリュメドン川の近くに陣を構えていたペルシア軍の陸上部隊の陣営に向けて入港した。
βουλόμενος δὲ καταστρατηγῆσαι τοὺς βαρβάρους, ἐνεβίβασεν εἰς τὰς αἰχμαλωτίδας ναῦς τῶν ἰδίων τοὺς ἀρίστους, δοὺς τιάρας καὶ τὴν ἄλλην κατασκευὴν περιθεὶς Περσικήν.
彼は異民族を計略にかけようと望み、捕獲した敵船に自軍の最精鋭の兵たちを乗せ、彼らにペルシア帽を与え、その他のペルシアの装束を身にまとわせた。
§11.61.2οἱ δὲ βάρβαροι προσπλέοντος ἄρτι τοῦ στόλου ταῖς Περσικαῖς ναυσὶ καὶ παρασκευαῖς ψευσθέντες ὑπέλαβον τὰς ἰδίας τριήρεις εἶναι.
一方、異民族たちは、近づいてくる艦隊がペルシアの船と装束であったために騙されて、それらを自分たちの三段櫂船であると思い込んだ。
διόπερ οὗτοι μὲν προσεδέξαντο τοὺς Ἀθηναίους ὡς φίλους ὄντας, ὁ δὲ Κίμων ἤδη νυκτὸς ἐπιγενομένης ἐκβιβάσας τοὺς στρατιώτας, καὶ προσδεχθεὶς ὡς φίλος ὑπʼ αὐτῶν, εἰσέπεσεν εἰς τὴν στρατοπεδείαν τῶν βαρβάρων.
それゆえ、彼らはアテナイ人たちを味方として受け入れた。 しかしキモンは、すでに夜になったとき、兵士たちを上陸させ、彼らから友として受け入れられた上で、異民族の陣営へと突入した。
§11.61.3ταραχῆς δὲ μεγάλης γενομένης παρὰ τοῖς Πέρσαις, οἱ μὲν περὶ τὸν Κίμωνα πάντας τοὺς ἐντυγχάνοντας ἔκτειναν, καὶ τὸν μὲν στρατηγὸν τῶν βαρβάρων τὸν ἕτερον Φερενδάτην, ἀδελφιδοῦν τοῦ βασιλέως, ἐν τῇ σκηνῇ καταλαβόντες ἐφόνευσαν, τῶν δʼ ἄλλων οὓς μὲν ἔκτεινον, οὓς δὲ κατετραυμάτιζον, πάντας δὲ διὰ τὸ παράδοξον τῆς ἐπιθέσεως φεύγειν ἠνάγκασαν, καθόλου δʼ ἔκπληξις ἅμα καὶ ἄγνοια τοιαύτη κατεῖχε τοὺς Πέρσας, ὥσθʼ οἱ πλείους τοὺς ἐπιτιθεμένους αὐτοῖς οἵτινες ἦσαν οὐκ ἐγίνωσκον.
ペルシア人の間で大混乱が生じると、キモンの一団は遭遇する者をことごとく殺害し、異民族のもう一人の将軍で、王の甥であるフェレンダテスを天幕の中で捕らえて殺害した。 また、他の者のうち、ある者は殺し、ある者は負傷させ、不意の襲撃であったために全員を敗走せざるを得なくした。 総じて、これほどの驚愕と混乱が同時にペルシア人を捉えたので、大半の者は、自分たちを攻撃している者が何者であるのか分からなかったほどであった。
§11.61.4τοὺς μὲν γὰρ Ἕλληνας οὐχ ὑπελάμβανον ἥκειν πρὸς αὐτοὺς μετὰ δυνάμεως, τὸ σύνολον μηδʼ ἔχειν αὐτοὺς πεζὴν στρατιὰν πεπεισμένοι·
というのも、彼らはギリシア人が兵力を率いて自分たちのもとにやって来たとは考えていなかった。 そもそもギリシア人は陸上部隊を全く持っていないと確信していたからである。
τοὺς δὲ Πισίδας, ὄντας ὁμόρους καὶ τὰ πρὸς αὐτοὺς ἀλλοτρίως ἔχοντας, ὑπελάμβανον ἥκειν μετὰ δυνάμεως.
むしろ、隣国であり自分たちに対して敵対的な関係にあったピシディア人が兵力を率いてやって来たのだと考えていた。
διὸ καὶ νομίσαντες ἀπὸ τῆς ἠπείρου τὴν ἐπιφορὰν εἶναι τῶν πολεμίων, πρὸς τὰς ναῦς ὡς πρὸς φιλίας ἔφευγον.
それゆえ、敵の攻撃が内陸からであると考え、味方の船だと思って船のほうへと逃げ去った。
§11.61.5τῆς δὲ νυκτὸς οὔσης ἀσελήνου καὶ σκοτεινῆς συνέβαινε τὴν ἄγνοιαν πολὺ μᾶλλον αὔξεσθαι καὶ μηδένα τἀληθὲς δύνασθαι ἰδεῖν.
夜は月もなく暗かったので、混乱はさらに増大し、誰も真実を見極めることができない事態となった。
§11.61.6διὸ καὶ πολλοῦ φόνου γενομένου διὰ τὴν ἀταξίαν τῶν βαρβάρων, ὁ μὲν Κίμων προειρηκὼς τοῖς στρατιώταις πρὸς τὸν ἀρθησόμενον πυρσὸν συντρέχειν, ἦρε πρὸς ταῖς ναυσὶ σύσσημον, εὐλαβούμενος μὴ διεσπαρμένων τῶν στρατιωτῶν καὶ πρὸς ἁρπαγὴν ὁρμησάντων γένηταί τι παράλογον.
それゆえ、異民族の無秩序によって多くの虐殺が生じたが、キモンはあらかじめ兵士たちに対し、掲げられる松明のところに集まるよう命じておいたので、船の近くで合図の火を掲げた。 兵士たちが分散して略奪に奔り、不測の事態が生じるのを警戒したからである。
§11.61.7πάντων δὲ πρὸς τὸν πυρσὸν ἀθροισθέντων καὶ παυσαμένων τῆς ἁρπαγῆς, τότε μὲν εἰς τὰς ναῦς ἀπεχώρησαν, τῇ δʼ ὑστεραίᾳ τρόπαιον στήσαντες ἀπέπλευσαν εἰς τὴν Κύπρον, νενικηκότες δύο καλλίστας νίκας, τὴν μὲν κατὰ γῆν, τὴν δὲ κατὰ θάλατταν·
全員が松明のもとに集まり、略奪をやめると、そのときは船へと退却し、翌日には戦勝記念碑を建てて、キプロスへと船を出した。 彼らは陸と海における二つの極めて輝かしい勝利を収めたのであった。
οὐδέπω γὰρ μνημονεύονται τοιαῦται καὶ τηλικαῦται πράξεις γενέσθαι κατὰ τὴν αὐτὴν ἡμέραν καὶ ναυτικῷ καὶ πεζῷ στρατοπέδῳ.
というのも、海軍と陸軍の双方において、これほど偉大で顕著な業績が同じ日に達成されたことは、かつて記録されたことがないからである。