§11.57.1δόξας δὲ παραδόξως ὑπʼ ἐχθροῦ διασεσῶσθαι, πάλιν εἰς μείζονας κινδύνους ἐνέπεσε διὰ τοιαύτας αἰτίας·
このようにして、敵によって思いがけず救い出されたと思われたものの、彼は再び、次のような理由からさらに大きな危険に陥った。
Μανδάνη Δαρείου μὲν ἦν θυγάτηρ τοῦ φονεύσαντος τοὺς μάγους, ἀδελφὴ δὲ γνησία τοῦ Ξέρξου, μεγίστης δʼ ἀποδοχῆς τυγχάνουσα παρὰ τοῖς Πέρσαις.
マンダネは、マゴスたちを殺害したダレイオスの娘であり、クセルクセスの実の姉妹であって、ペルシア人たちの間で絶大な敬意を得ていた。
§11.57.2αὕτη τῶν υἱῶν ἐστερημένη καθʼ ὃν καιρὸν Θεμιστοκλῆς περὶ Σαλαμῖνα κατεναυμάχησε τὸν στόλον τῶν Περσῶν, χαλεπῶς ἔφερε τὴν ἀναίρεσιν τῶν τέκνων, καὶ διὰ τὸ μέγεθος τῆς συμφορᾶς ἠλεεῖτο παρὰ τοῖς πλήθεσιν.
彼女は、テミストクレスがサラミス周辺でペルシアの艦隊を海戦で撃破したその時に、息子たちを失っており、子供たちの喪失を重く受け止め、その不幸の大きさのゆえに、民衆から憐れまれていた。
§11.57.3αὕτη πυθομένη τὴν παρουσίαν τοῦ Θεμιστοκλέους, ἦλθεν εἰς τὰ βασίλεια πενθίμην ἐσθῆτα λαβοῦσα, καὶ μετὰ δακρύων ἱκέτευε τὸν ἀδελφὸν ἐπιθεῖναι τιμωρίαν τῷ Θεμιστοκλεῖ.
彼女はテミストクレスの到来を知ると、喪服を身にまとって王宮へやって来て、そして涙ながらに、テミストクレスに罰を加えるよう兄弟に哀願した。
ὡς δʼ οὐ προσεῖχεν αὐτῇ, περιῄει τοὺς ἀρίστους τῶν Περσῶν ἀξιοῦσα καὶ καθόλου τὰ πλήθη παροξύνουσα πρὸς τὴν τοῦ Θεμιστοκλέους τιμωρίαν.
しかし王が彼女に注意を払わなかったので、彼女はペルシア人の有力者たちを説得し、また広く民衆をテミストクレスの処罰へと扇動して回った。
§11.57.4τοῦ δʼ ὄχλου συνδραμόντος ἐπὶ τὰ βασίλεια καὶ μετὰ κραυγῆς ἐξαιτοῦντος ἐπὶ τιμωρίαν τὸν Θεμιστοκλέα, ὁ μὲν βασιλεὺς ἀπεκρίνατο δικαστήριον καταστήσειν ἐκ τῶν ἀρίστων Περσῶν, καὶ τὸ κριθὲν τεύξεσθαι συντελείας·
群衆が王宮に駆け集まり、大声でテミストクレスを処罰のために引き渡すよう要求したとき、王は、ペルシアの有力者たちからなる裁判所を設置し、その判決が実行されるであろう、と答えた。
§11.57.5πάντων δὲ συνευδοκησάντων, καὶ δοθέντος ἱκανοῦ χρόνου εἰς τὴν παρασκευὴν τῆς κρίσεως, ὁ μὲν Θεμιστοκλῆς μαθὼν τὴν Περσίδα διάλεκτον, καὶ ταύτῃ χρησάμενος κατὰ τὴν ἀπολογίαν, ἀπελύθη τῶν ἐγκλημάτων.
すべての者がこれに同意し、裁判の準備のために十分な時間が与えられたとき、テミストクレスはペルシア語を学び、弁明の際にこれを用いたことで、告訴から解放された。
§11.57.6ὁ δὲ βασιλεὺς περιχαρὴς γενόμενος ἐπὶ τῇ σωτηρίᾳ τἀνδρὸς μεγάλαις αὐτὸν δωρεαῖς ἐτίμησε·
王はその男の無罪放免を大いに喜び、彼に莫大な贈り物を授けて称えた。
γυναῖκα γὰρ αὐτῷ πρὸς γάμου κοινωνίαν ἔζευξε Περσίδα, εὐγενείᾳ τε καὶ κάλλει διαφέρουσαν, ἔτι δὲ κατʼ ἀρετὴν ἐπαινουμένην, οἰκετῶν τε πλῆθος πρὸς διακονίαν καὶ παντοδαπῶν ἐκπωμάτων καὶ τὴν ἄλλην χορηγίαν πρὸς ἀπόλαυσιν καὶ τρυφὴν ἁρμόζουσαν.
すなわち、高貴な生まれと美しさで際立ち、さらに徳の面でも称賛されているペルシア人の女性を、結婚の伴侶として彼に結びつけ、また、仕えさせるための多くの召使いたちや、享楽と贅沢に適したあらゆる種類の酒杯やその他の調度品を(与えた)。
§11.57.7ἐδωρήσατο δʼ αὐτῷ καὶ πόλεις τρεῖς πρὸς διατροφὴν καὶ ἀπόλαυσιν εὐθέτους, Μαγνησίαν μὲν τὴν ἐπὶ τῷ Μαιάνδρῳ, πλεῖστον τῶν κατὰ τὴν Ἀσίαν πόλεων ἔχουσαν σῖτον, εἰς ἄρτους, Μυοῦντα δὲ εἰς ὄψον, ἔχουσαν θάλατταν εὔιχθυν, Λάμψακον δέ, ἀμπελόφυτον ἔχουσαν χώραν πολλήν, εἰς οἶνον.
さらに王は、暮らしと享楽に適した三つの都市を彼に贈った。 すなわち、パンのために、マイアンドロス川沿いにあり、アジアの都市の中で最も多くの穀物を有するマグネシアを、おかずのために、魚の豊かな海に面しているミュウスを、ワインのために、広大な葡萄畑の土地を有するランプサコスを(贈った)。