§11.51.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀκεστορίδου ἐν Ῥώμῃ τὴν ὕπατον ἀρχὴν διεδέξαντο Καίσων Φάβιος καὶ Τίτος Οὐεργίνιος.
在雅典由阿克斯托里德斯担任执政官时,在罗马由凯索·法比乌斯与提图斯·维尔吉尼乌斯继承了执政官的职位。
ἐπὶ δὲ τούτων Ἱέρων μὲν ὁ βασιλεὺς τῶν Συρακοσίων, παραγενομένων πρὸς αὐτὸν πρέσβεων ἐκ Κύμης τῆς Ἰταλίας καὶ δεομένων βοηθῆσαι πολεμουμένοις ὑπὸ Τυρρηνῶν θαλαττοκρατούντων, ἐξέπεμψεν αὐτοῖς συμμαχίαν τριήρεις ἱκανάς.
在他们的任期内,叙拉古国王希伦因意大里的库迈派来使节,恳求他援助正遭受控制海洋的第留尼安人攻击的库迈人,便给他们派去了由足够数量的三段桨战船组成的援军。
§11.51.2οἱ δὲ τῶν νεῶν τούτων ἡγεμόνες ἐπειδὴ κατέπλευσαν εἰς τὴν Κύμην, μετὰ τῶν ἐγχωρίων μὲν ἐναυμάχησαν πρὸς τοὺς Τυρρηνούς, πολλὰς δὲ ναῦς αὐτῶν διαφθείραντες καὶ μεγάλῃ ναυμαχίᾳ νικήσαντες, τοὺς μὲν Τυρρηνοὺς ἐταπείνωσαν, τοὺς δὲ Κυμαίους ἠλευθέρωσαν τῶν φόβων, καὶ ἀπέπλευσαν ἐπὶ Συρακούσας.
这些船只的指挥官们驶抵库迈后,与当地居民一同同第留尼安人展开海战,他们击毁了对方的许多船只,并在一次大战役中取得胜利,从而挫败了第留尼安人的气焰,使库迈人从恐惧中解脱出来,随后启航返回叙拉古。