Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §11.46.1-11.46.5

谴责帕萨尼亚斯与海上霸权移交雅典

第 47 段,共 723 段 · 希腊语

内容简介

作者严厉谴责了帕萨尼亚斯的叛国与奢华放逸,并阐述了由于其恶行导致斯巴达失去盟国的信任,从而使海上霸权落入雅典的阿里斯泰德斯之手的过程。

§11.46.1ἡμεῖς δὲ παρʼ ὅλην τὴν ἱστορίαν εἰωθότες τῶν ἀγαθῶν ἀνδρῶν διὰ τῶν ἐπιλεγομένων ἐπαίνων αὔξειν τὴν δόξαν, τοῖς δὲ φαύλοις ἐπὶ τῆς τελευτῆς ἐπιφθέγγεσθαι τὰς ἁρμοζούσας βλασφημίας, οὐκ ἐάσομεν τὴν Παυσανίου κακίαν καὶ προδοσίαν ἀκατηγόρητον.
我们在整部历史中,习惯于通过后世的赞美来提升善人的名望,并在恶人临终时予以适当的谴责,因此我们绝不容许帕萨尼亚斯的邪恶与叛国行为不受到指控。
§11.46.2τίς γὰρ οὐκ ἂν θαυμάσαι τούτου τὴν ἄνοιαν, ὃς εὐεργέτης γενόμενος τῆς Ἑλλάδος καὶ νικήσας τὴν ἐν Πλαταιαῖς μάχην καὶ πολλὰς ἄλλας ἐπαινουμένας πράξεις ἐπιτελεσάμενος, οὐχ ὅπως τὸ παρὸν ἀξίωμα διεφύλαξεν, ἀλλʼ ἀγαπήσας τῶν Περσῶν τὸν πλοῦτον καὶ τὴν τρυφήν, ἅπασαν τὴν προϋπάρχουσαν εὐδοξίαν κατῄσχυνεν;
因为谁不会对这个人的愚蠢感到惊异呢? 他曾成为希腊的恩人,赢得了普拉提亚战役,并完成了许多其他备受赞誉的事迹,但他不仅未能捍卫自己当下的尊严,反而贪恋波斯人的财富与奢华,使他先前所有的荣光蒙受耻辱。
§11.46.3ἐπαρθεὶς γὰρ ταῖς εὐτυχίαις τὴν μὲν Λακωνικὴν ἀγωγὴν ἐστύγησε, τὴν δὲ τῶν Περσῶν ἀκολασίαν καὶ τρυφὴν ἐμιμήσατο, ὃν ἥκιστα ἐχρῆν ζηλῶσαι τὰ τῶν βαρβάρων ἐπιτηδεύματα· οὐ γὰρ ἑτέρων πεπυσμένος, ἀλλʼ αὐτὸς ἔργῳ πεῖραν εἰληφὼς ἐγίνωσκε πόσῳ τῆς τῶν Περσῶν τρυφῆς ἡ πάτριος δίαιτα πρὸς ἀρετὴν διέφερεν.
他因一时的得志而自骄,厌恶拉科尼亚式的生活方式,转而模仿波斯人的放荡与奢华,而他本是最不该羡慕野蛮人习俗的人;因为他并非从他人那里听说,而是自己通过亲身实践得知,祖先的生活方式在通往美德方面比波斯人的奢华优越多少。
§11.46.4ἀλλὰ γὰρ αὐτὸς μὲν διὰ τὴν ἰδίαν κακίαν οὐ μόνον τῆς ἀξίας ἔτυχε τιμωρίας, ἀλλὰ καὶ τοῖς πολίταις αἴτιος κατέστη τοῦ τὴν κατὰ θάλατταν ἡγεμονίαν ἀποβαλεῖν· ἐκ παραθέσεως γὰρ ἡ Ἀριστείδου στρατηγία παρὰ τοῖς συμμάχοις θεωρουμένη, καὶ διὰ τὴν εἰς τοὺς ὑποτεταγμένους ὁμιλίαν καὶ τὰς ἄλλας ἀρετάς, ἐποίησε πάντας ὥσπερ ἀπὸ μιᾶς ὁρμῆς ἀποκλῖναι πρὸς τοὺς Ἀθηναίους.
然而,他自己不仅因其自身的邪恶而遭受了应有的惩罚,而且还成为同胞们失去海上霸权的原因;因为通过对比,阿里斯泰德斯的将帅才能被盟国看在眼里,加之他对部下的亲和交往及其他美德,使得所有人仿佛受到同一种冲动的驱使,纷纷倒向雅典人。
§11.46.5διὸ καὶ τοῖς μὲν ἐκ τῆς Σπάρτης πεμπομένοις ἡγεμόσιν οὐκέτι προσεῖχον, Ἀριστείδην δὲ θαυμάζοντες καὶ πάντα προθύμως ὑπακούοντες ἐποίησαν χωρὶς κινδύνου παραλαβεῖν τὴν κατὰ θάλατταν ἀρχήν.
因而他们不再理会从斯巴达派遣来的领袖,而是仰慕阿里斯泰德斯,并在一切事上热切地顺从,使雅典人得以毫无危险地接管海上霸权。

词汇与语法注释

  1. 11.46.2οὐχ ὅπως — 习惯用语 οὐχ ὅπως ... ἀλλὰ ... 表示“非但没有……反而……”。此处用于强烈对比帕萨尼亚斯“捍卫尊严”(διεφύλαξεν)与“使其先前荣光蒙羞”(κατῄσχυνεν)。
  2. 11.46.3ὃν ἥκιστα ἐχρῆν — 宾格关系代词 ὃν 作为受过去时无人称动词 ἐχρῆν 支配的不定式 ζηλῶσαι 的逻辑主语。指代帕萨尼亚斯,引出“他本是最不该羡慕[野蛮人习俗]的人”这一谴责。
  3. 11.46.4τοῦ τὴν κατὰ θάλατταν ἡγεμονίαν ἀποβαλεῖν — 属格冠词附不定式短语。作为前文表示原因的形容词 αἴτιος(是……的原因)的限制性补语,表示“失去了海上霸权的原因”。
  4. 11.46.5ἐποίησαν — 在由使役动词 ἐποίησαν(使得、促成)支配的“宾格加不定式”结构(παραλαβεῖν...)中,作为逻辑主语的宾格名词(“雅典人”或“阿里斯泰德斯”)因在语境中显而易见而被省略。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §11.46.1-11.46.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:11.46.1-11.46.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。