§11.46.1ἡμεῖς δὲ παρʼ ὅλην τὴν ἱστορίαν εἰωθότες τῶν ἀγαθῶν ἀνδρῶν διὰ τῶν ἐπιλεγομένων ἐπαίνων αὔξειν τὴν δόξαν, τοῖς δὲ φαύλοις ἐπὶ τῆς τελευτῆς ἐπιφθέγγεσθαι τὰς ἁρμοζούσας βλασφημίας, οὐκ ἐάσομεν τὴν Παυσανίου κακίαν καὶ προδοσίαν ἀκατηγόρητον.
われわれは、歴史全体を通じて、善き人々の名声をその後に付け加える称賛によって高め、劣悪な人々に対してはその最期に際してふさわしい非難を投げかけることに慣れているが、パウサニアスの邪悪さと裏切りを糾弾しないままにしてはおかないだろう。
§11.46.2τίς γὰρ οὐκ ἂν θαυμάσαι τούτου τὴν ἄνοιαν, ὃς εὐεργέτης γενόμενος τῆς Ἑλλάδος καὶ νικήσας τὴν ἐν Πλαταιαῖς μάχην καὶ πολλὰς ἄλλας ἐπαινουμένας πράξεις ἐπιτελεσάμενος, οὐχ ὅπως τὸ παρὸν ἀξίωμα διεφύλαξεν, ἀλλʼ ἀγαπήσας τῶν Περσῶν τὸν πλοῦτον καὶ τὴν τρυφήν, ἅπασαν τὴν προϋπάρχουσαν εὐδοξίαν κατῄσχυνεν;
というのも、ギリシアの恩人となり、プラタイアイの戦いで勝利し、その他多くの称賛されるべき業績を成し遂げながら、現在の尊厳を守るどころか、むしろペルシア人の富と贅沢を愛し、以前からあったすべての名声を恥ずべきものとしたこの男の愚かさに、誰が驚嘆せずにいられようか。
§11.46.3ἐπαρθεὶς γὰρ ταῖς εὐτυχίαις τὴν μὲν Λακωνικὴν ἀγωγὴν ἐστύγησε, τὴν δὲ τῶν Περσῶν ἀκολασίαν καὶ τρυφὴν ἐμιμήσατο, ὃν ἥκιστα ἐχρῆν ζηλῶσαι τὰ τῶν βαρβάρων ἐπιτηδεύματα·
彼はその幸運によって慢心し、ラコニアの生活様式を嫌悪してペルシア人の不品行と贅沢を模倣したが、彼こそは最も野蛮人の習慣を羨むべきではない人物であった。
οὐ γὰρ ἑτέρων πεπυσμένος, ἀλλʼ αὐτὸς ἔργῳ πεῖραν εἰληφὼς ἐγίνωσκε πόσῳ τῆς τῶν Περσῶν τρυφῆς ἡ πάτριος δίαιτα πρὸς ἀρετὴν διέφερεν.
なぜなら、彼は他者から聞いて知ったのではなく、自分自身が実際に経験して、祖国の生活様式がペルシア人の贅沢に比べて、徳へと向かう上でどれほど優れているかを知っていたからである。
§11.46.4ἀλλὰ γὰρ αὐτὸς μὲν διὰ τὴν ἰδίαν κακίαν οὐ μόνον τῆς ἀξίας ἔτυχε τιμωρίας, ἀλλὰ καὶ τοῖς πολίταις αἴτιος κατέστη τοῦ τὴν κατὰ θάλατταν ἡγεμονίαν ἀποβαλεῖν·
しかしながら、彼自身は自身の邪悪さによってふさわしい罰を受けただけでなく、同胞たちに対しても海の覇権を失う原因を作ることになった。
ἐκ παραθέσεως γὰρ ἡ Ἀριστείδου στρατηγία παρὰ τοῖς συμμάχοις θεωρουμένη, καὶ διὰ τὴν εἰς τοὺς ὑποτεταγμένους ὁμιλίαν καὶ τὰς ἄλλας ἀρετάς, ἐποίησε πάντας ὥσπερ ἀπὸ μιᾶς ὁρμῆς ἀποκλῖναι πρὸς τοὺς Ἀθηναίους.
すなわち、対比されることによって、アリステイデスの将軍としての指揮ぶりが同盟諸国に観察され、また部下たちに対する彼の丁寧な応対やその他の美徳のゆえに、すべての同盟国がまるで一斉の衝動であるかのようにアテナイ人へと傾倒したのである。
§11.46.5διὸ καὶ τοῖς μὲν ἐκ τῆς Σπάρτης πεμπομένοις ἡγεμόσιν οὐκέτι προσεῖχον, Ἀριστείδην δὲ θαυμάζοντες καὶ πάντα προθύμως ὑπακούοντες ἐποίησαν χωρὶς κινδύνου παραλαβεῖν τὴν κατὰ θάλατταν ἀρχήν.
それゆえ、彼らはスパルタから派遣される指導者たちにはもはや従わず、アリステイデスを敬慕して、何事にも熱心に服従することで、危険を冒すことなく彼らが海の支配権を受け取るようにさせた。