§11.45.1Παυσανίας ἦν συντεθειμένος ὥστε τοὺς τὰς ἐπιστολὰς παρʼ αὐτοῦ κομίζοντας πρὸς τὸν βασιλέα μὴ ἀνακάμπτειν μηδὲ γίνεσθαι μηνυτὰς τῶν ἀπορρήτων· διʼ ἣν αἰτίαν ἀναιρουμένων αὐτῶν ὑπὸ τῶν ἀπολαμβανόντων τὰς ἐπιστολὰς συνέβαινε μηδένα διασώζεσθαι.
帕萨尼亚斯曾作好安排,以致那些替他向国王送信的人都无法返回,也不会泄露秘密;由于这个原因,送信人均被收信者杀害,结果无一人幸存。
§11.45.2ἃ δὴ συλλογισάμενός τις τῶν βιβλιαφόρων ἀνέῳξε τὰς ἐπιστολάς, καὶ γνοὺς ἀληθὲς ὂν τὸ περὶ τὴν ἀναίρεσιν τῶν κομιζόντων τὰ γράμματα, ἀνέδωκε τοῖς ἐφόροις τὰς ἐπιστολάς.
一名信使推想及此,便拆开了信件,在得知关于杀死送信人之事属实后,他将信件呈递给了监察官们。
§11.45.3τούτων δὲ ἀπιστούντων διὰ τὸ ἀνεῳγμένας αὐτοῖς τὰς ἐπιστολὰς ἀναδεδόσθαι, καὶ πίστιν ἑτέραν βεβαιοτέραν ζητούντων, ἐπηγγείλατο παραδώσειν αὐτὸν ὁμολογοῦντα.
但由于信件在呈递给他们时已被拆开,监察官们并不相信,并要求提供其他更确凿的证据,于是他承诺让他们当场抓住他亲口自白。
§11.45.4πορευθεὶς οὖν ἐπὶ Ταίναρον καὶ καθεζόμενος ἐπὶ τῷ τοῦ Ποσειδῶνος ἱερῷ διπλῆν σκηνὴν περιεβάλετο, καὶ τοὺς μὲν ἐφόρους καὶ τῶν ἄλλων Σπαρτιατῶν τινας κατέκρυψε, τοῦ δὲ Παυσανίου παραγενομένου πρὸς αὐτὸν καὶ πυνθανομένου τὴν αἰτίαν τῆς ἱκετείας, ἐμέμψατο αὐτῷ καθʼ ὅσον εἰς τὴν ἐπιστολὴν ἐνέγραψε τὸν κατʼ αὐτοῦ θάνατον.
于是,他前往泰纳隆,在波塞冬神庙寻求庇护并安顿下来,搭建了一个双层天幕,将监察官们和一些其他的斯巴达人藏在其中;当帕萨尼亚斯来到他面前并询问其寻求庇护的原因时,他因帕萨尼亚斯在信中写下针对自己的死刑指示而向他提出质问。
§11.45.5τοῦ δὲ Παυσανίου φήσαντος μεταμελεῖσθαι καὶ συγγνώμην αἰτουμένου τοῖς ἀγνοηθεῖσιν, ἔτι δὲ δεηθέντος ὅπως συγκρύψῃ, καὶ δωρεὰς μεγάλας ὑπισχνουμένου, αὐτοὶ μὲν διελύθησαν, οἱ δʼ ἔφοροι καὶ οἱ μετʼ αὐτῶν ἀκριβῶς μαθόντες τἀληθὲς τότε μὲν ἡσυχίαν ἔσχον, ὕστερον δὲ τῶν Λακεδαιμονίων τοῖς ἐφόροις συλλαμβανόντων, προαισθόμενος ἔφθασε καὶ κατέφυγεν εἰς ἱερὸν τὸ τῆς Ἀθηνᾶς τῆς Χαλκιοίκου.
当帕萨尼亚斯表示追悔并请求宽恕其无知所犯的过错,又进一步恳求他予以隐瞒并许以重赏时,他们便各自离去;而监察官们及随行人员确切地得知了真相,当时虽按兵不动,但后来当拉刻代蒙人协同监察官们试图逮捕帕萨尼亚斯时,他提前察觉,抢先一步逃入了“青铜之家”雅典娜神庙。
§11.45.6ἀπορουμένων δὲ τῶν Λακεδαιμονίων εἰ τιμωρήσονται τὸν ἱκέτην, λέγεται τὴν μητέρα τοῦ Παυσανίου καταντήσασαν εἰς τὸ ἱερὸν ἄλλο μὲν μηδὲν μήτʼ εἰπεῖν μήτε πρᾶξαι, πλίνθον δὲ βαστάσασαν ἀναθεῖναι κατὰ τὴν εἰς τὸ ἱερὸν εἴσοδον, καὶ τοῦτο πράξασαν ἐπανελθεῖν εἰς τὴν ἰδίαν οἰκίαν.
在拉刻代蒙人因不知是否该惩罚这位求庇护者而犹豫不决时,据说帕萨尼亚斯的母亲来到了神庙,她既没有说任何话,也没有做任何事,只是搬起一块砖,放在神庙的入口处,做完这些后便回到了自己的家中。
§11.45.7τοὺς δὲ Λακεδαιμονίους τῇ τῆς μητρὸς κρίσει συνακολουθήσαντας ἐνοικοδομῆσαι τὴν εἴσοδον, καὶ τούτῳ τῷ τρόπῳ συναναγκάσαι τὸν Παυσανίαν λιμῷ καταστρέψαι τὸν βίον.
拉刻代蒙人追随其母亲的决定,将入口封死,并以此方式迫使帕萨尼亚斯在饥饿中结束了生命。
τὸ μὲν οὖν σῶμα τοῦ τελευτήσαντος συνεχωρήθη τοῖς προσήκουσι καταχῶσαι, τὸ δὲ δαιμόνιον τῆς τῶν ἱκετῶν σωτηρίας καταλυθείσης ἐπεσήμηνε· §11.45.8τῶν γὰρ Λακεδαιμονίων περί τινων ἄλλων ἐν Δελφοῖς χρηστηριαζομένων, ὁ θεὸς ἔδωκε χρησμὸν κελεύων ἀποκαταστῆσαι τῇ θεῷ τὸν ἱκέτην.
死者的遗体虽被允许由其亲属埋葬,但由于求庇护者的庇护权遭到侵害,神意显现了征兆;因为当拉刻代蒙人因其他一些事情在德尔斐求问神谕时,神颁布神谕,命令他们将这位求庇护者归还给女神。
§11.45.9διόπερ οἱ Σπαρτιᾶται τὴν μαντείαν ἀδύνατον νομίζοντες εἶναι, ἠπόρουν ἐφʼ ἱκανὸν χρόνον, οὐ δυνάμενοι ποιῆσαι τὸ προσταττόμενον ὑπὸ τοῦ θεοῦ· ὅμως δʼ ἐκ τῶν ἐνδεχομένων βουλευσάμενοι κατεσκεύασαν εἰκόνας δύο τοῦ Παυσανίου χαλκᾶς, καὶ ἀνέθηκαν εἰς τὸ ἱερὸν τῆς Ἀθηνᾶς.
因而斯巴达人认为神谕的要求无法实现,困惑了相当长的一段时间,无法履行神的命令;然而,他们在可行的范围内商议后,制作了两尊帕萨尼亚斯的青铜雕像,并将它们奉献在雅典娜神庙中。