§11.45.1Παυσανίας ἦν συντεθειμένος ὥστε τοὺς τὰς ἐπιστολὰς παρʼ αὐτοῦ κομίζοντας πρὸς τὸν βασιλέα μὴ ἀνακάμπτειν μηδὲ γίνεσθαι μηνυτὰς τῶν ἀπορρήτων·
パウサニアスは、彼からの書簡を王のもとへと運ぶ者たちが戻ってこず、秘密の密告者にならないように取り決めていた。
διʼ ἣν αἰτίαν ἀναιρουμένων αὐτῶν ὑπὸ τῶν ἀπολαμβανόντων τὰς ἐπιστολὰς συνέβαινε μηδένα διασώζεσθαι.
この理由のため、彼らは書簡を受け取る者たちによって殺害されていたので、誰も生き残らないことになっていた。
§11.45.2ἃ δὴ συλλογισάμενός τις τῶν βιβλιαφόρων ἀνέῳξε τὰς ἐπιστολάς, καὶ γνοὺς ἀληθὲς ὂν τὸ περὶ τὴν ἀναίρεσιν τῶν κομιζόντων τὰ γράμματα, ἀνέδωκε τοῖς ἐφόροις τὰς ἐπιστολάς.
これらを推し量った書簡の運搬人の一人が、書簡を開封し、手紙を運ぶ者たちの殺害に関する事柄が真実であることを知ると、監督官たちにその書簡を差し出した。
§11.45.3τούτων δὲ ἀπιστούντων διὰ τὸ ἀνεῳγμένας αὐτοῖς τὰς ἐπιστολὰς ἀναδεδόσθαι, καὶ πίστιν ἑτέραν βεβαιοτέραν ζητούντων, ἐπηγγείλατο παραδώσειν αὐτὸν ὁμολογοῦντα.
しかし、彼らは、自分たちに開封された状態で書簡が差し出されたという理由で信用せず、別のより確実な証拠を求めたので、彼は、彼が自白する現場を押さえさせることを約束した。
§11.45.4πορευθεὶς οὖν ἐπὶ Ταίναρον καὶ καθεζόμενος ἐπὶ τῷ τοῦ Ποσειδῶνος ἱερῷ διπλῆν σκηνὴν περιεβάλετο, καὶ τοὺς μὲν ἐφόρους καὶ τῶν ἄλλων Σπαρτιατῶν τινας κατέκρυψε, τοῦ δὲ Παυσανίου παραγενομένου πρὸς αὐτὸν καὶ πυνθανομένου τὴν αἰτίαν τῆς ἱκετείας, ἐμέμψατο αὐτῷ καθʼ ὅσον εἰς τὴν ἐπιστολὴν ἐνέγραψε τὸν κατʼ αὐτοῦ θάνατον.
そこで、彼はタイナロンへと赴き、ポセイドンの神殿に避難の身を落ち着けると、二重の天幕を設営した。 そして監督官たちと他のスパルタ人の一部をその中に隠した。 パウサニアスが彼のもとにやって来て、なぜ庇護を求めているのかその理由を尋ねると、彼は書簡の中に自分に対する死刑の指示を書き込んだことについて、パウサニアスを非難した。
§11.45.5τοῦ δὲ Παυσανίου φήσαντος μεταμελεῖσθαι καὶ συγγνώμην αἰτουμένου τοῖς ἀγνοηθεῖσιν, ἔτι δὲ δεηθέντος ὅπως συγκρύψῃ, καὶ δωρεὰς μεγάλας ὑπισχνουμένου, αὐτοὶ μὲν διελύθησαν, οἱ δʼ ἔφοροι καὶ οἱ μετʼ αὐτῶν ἀκριβῶς μαθόντες τἀληθὲς τότε μὲν ἡσυχίαν ἔσχον, ὕστερον δὲ τῶν Λακεδαιμονίων τοῖς ἐφόροις συλλαμβανόντων, προαισθόμενος ἔφθασε καὶ κατέφυγεν εἰς ἱερὸν τὸ τῆς Ἀθηνᾶς τῆς Χαλκιοίκου.
パウサニアスが、後悔していると言い、気づかれずに行われた過ちに対する許しを求め、さらに、このことを隠蔽してくれるよう懇願し、多大な贈り物を約束すると、彼らは別れた。 しかし、監督官たちと彼らとともにいた者たちは真実を正確に知ったので、その時は静観していたが、のちにラケダイモン人たちが監督官たちとともに彼を逮捕しようとしたとき、パウサニアスは事前にそれを察知して一足先に行動し、「青銅の家の」アテナの神殿に逃げ込んだ。
§11.45.6ἀπορουμένων δὲ τῶν Λακεδαιμονίων εἰ τιμωρήσονται τὸν ἱκέτην, λέγεται τὴν μητέρα τοῦ Παυσανίου καταντήσασαν εἰς τὸ ἱερὸν ἄλλο μὲν μηδὲν μήτʼ εἰπεῖν μήτε πρᾶξαι, πλίνθον δὲ βαστάσασαν ἀναθεῖναι κατὰ τὴν εἰς τὸ ἱερὸν εἴσοδον, καὶ τοῦτο πράξασαν ἐπανελθεῖν εἰς τὴν ἰδίαν οἰκίαν.
ラケダイモン人たちが、庇護者を処罰すべきかどうか苦慮していたところ、パウサニアスの母親が神殿にやって来て、他には何も言わず、何もしなかったが、一本の煉瓦を持ち上げると、神殿への入り口のところに置き、そうした後に自分の家へと戻って行ったと言われている。
§11.45.7τοὺς δὲ Λακεδαιμονίους τῇ τῆς μητρὸς κρίσει συνακολουθήσαντας ἐνοικοδομῆσαι τὴν εἴσοδον, καὶ τούτῳ τῷ τρόπῳ συναναγκάσαι τὸν Παυσανίαν λιμῷ καταστρέψαι τὸν βίον.
そしてラケダイモン人たちは、母親の決断に従って入り口を壁で塞ぎ、このようにしてパウサニアスに飢えによって生涯を終えることを強いた。
τὸ μὲν οὖν σῶμα τοῦ τελευτήσαντος συνεχωρήθη τοῖς προσήκουσι καταχῶσαι, τὸ δὲ δαιμόνιον τῆς τῶν ἱκετῶν σωτηρίας καταλυθείσης ἐπεσήμηνε·
亡くなった彼の遺体は、親族が埋葬することが許されたが、神意は、庇護者たちの救済が侵害されたことに対して、不吉な兆候を示した。
§11.45.8τῶν γὰρ Λακεδαιμονίων περί τινων ἄλλων ἐν Δελφοῖς χρηστηριαζομένων, ὁ θεὸς ἔδωκε χρησμὸν κελεύων ἀποκαταστῆσαι τῇ θεῷ τὸν ἱκέτην.
というのも、ラケダイモン人たちが他のいくつかの事柄についてデルポイで神託を求めていたとき、神は、その庇護者を女神に返還するように命じる神託を与えたからである。
§11.45.9διόπερ οἱ Σπαρτιᾶται τὴν μαντείαν ἀδύνατον νομίζοντες εἶναι, ἠπόρουν ἐφʼ ἱκανὸν χρόνον, οὐ δυνάμενοι ποιῆσαι τὸ προσταττόμενον ὑπὸ τοῦ θεοῦ·
それゆえスパルタ人たちは、その神託を実行することは不可能であると考え、かなりの間、神によって命じられたことを行うことができずに困惑していた。
ὅμως δʼ ἐκ τῶν ἐνδεχομένων βουλευσάμενοι κατεσκεύασαν εἰκόνας δύο τοῦ Παυσανίου χαλκᾶς, καὶ ἀνέθηκαν εἰς τὸ ἱερὸν τῆς Ἀθηνᾶς.
しかし、可能な範囲で相談した結果、パウサニアスの青銅の像を二体作らせ、アテナの神殿に奉納した。