§11.43.1ὁ δὲ Θεμιστοκλῆς λαβὼν τὴν ἐξουσίαν τοῦ πράττειν, καὶ πᾶσαν ὑπουργίαν ἔχων ἑτοίμην τοῖς ἐγχειρουμένοις, πάλιν ἐπενόησε καταστρατηγῆσαι τοὺς Λακεδαιμονίους· ᾔδει γὰρ ἀκριβῶς ὅτι καθάπερ ἐπὶ τοῦ τῆς πόλεως τειχισμοῦ διεκώλυσαν οἱ Λακεδαιμόνιοι, τὸν αὐτὸν τρόπον ἐπὶ τῆς κατασκευῆς τοῦ λιμένος ἐγχειρήσουσι διακόπτειν τῶν Ἀθηναίων τὰς ἐπιβολάς.
地米斯托克利在获得了执行的权力,并且为所企图的事备齐了所有协助之后,再次谋划智取拉刻代蒙人;因为他确切地知道,正如拉刻代蒙人在筑城墙时进行阻挠一样,在建设港口时,他们也会以同样的方式企图打断雅典人的计划。
§11.43.2ἔδοξεν οὖν αὐτῷ πρὸς μὲν τοὺς Λακεδαιμονίους πρέσβεις ἀποστεῖλαι τοὺς διδάξοντας συμφέρειν τοῖς κοινοῖς τῆς Ἑλλάδος πράγμασιν ἔχειν ἀξιόχρεων λιμένα πρὸς τὴν ἀπὸ τῶν Περσῶν ἐσομένην στρατείαν.
因此,他决定向拉刻代蒙人派遣使者,去说明为了应对将来来自波斯人的远征,拥有一座足够规模的港口对全希腊的共同利益是有益的。
διὰ δὲ τούτου τοῦ τρόπου τοὺς Σπαρτιάτας ἀμβλυτέρους ποιήσας πρὸς τὸ κωλύειν, αὐτὸς εἴχετο τῶν ἔργων, καὶ τῶν πάντων συμφιλοτιμουμένων ταχέως συνέβη γενέσθαι καὶ παραδόξως κατασκευασθῆναι τὸν λιμένα.
通过这种方式,他削弱了斯巴达人阻挠的意图,而他自己则致力于工程;在所有人争相协助下,港口很快便出人意料地建成并完工了。
§11.43.3ἔπεισε δὲ τὸν δῆμον καθʼ ἕκαστον ἐνιαυτὸν πρὸς ταῖς ὑπαρχούσαις ναυσὶν εἴκοσι τριήρεις προσκατασκευάζειν, καὶ τοὺς μετοίκους καὶ τοὺς τεχνίτας ἀτελεῖς ποιῆσαι, ὅπως ὄχλος πολὺς πανταχόθεν εἰς τὴν πόλιν κατέλθῃ καὶ πλείους τέχνας κατασκευάσωσιν εὐχερῶς· ἀμφότερα γὰρ ταῦτα χρησιμώτατα πρὸς τὰς τῶν ναυτικῶν δυνάμεων κατασκευὰς ὑπάρχειν ἔκρινεν.
他还说服民众,每年在现有船只之外追加建造二十艘三桅战船,并免除在留外邦人和手工业者税赋,以便使大量人口从各地涌入该城,并更易于建立更多行业;因为他判定这两项措施对于建立海军力量都是极有用的。
οἱ μὲν οὖν Ἀθηναῖοι περὶ ταῦτα ἠσχολοῦντο.
于是,雅典人便忙于这些事务。