§11.43.1ὁ δὲ Θεμιστοκλῆς λαβὼν τὴν ἐξουσίαν τοῦ πράττειν, καὶ πᾶσαν ὑπουργίαν ἔχων ἑτοίμην τοῖς ἐγχειρουμένοις, πάλιν ἐπενόησε καταστρατηγῆσαι τοὺς Λακεδαιμονίους·
テミストクレスは実行する権限を得て、企てられている事柄に対するあらゆる支援が整っている状態で、再びスパルタ人を出し抜くことを企てた。
ᾔδει γὰρ ἀκριβῶς ὅτι καθάπερ ἐπὶ τοῦ τῆς πόλεως τειχισμοῦ διεκώλυσαν οἱ Λακεδαιμόνιοι, τὸν αὐτὸν τρόπον ἐπὶ τῆς κατασκευῆς τοῦ λιμένος ἐγχειρήσουσι διακόπτειν τῶν Ἀθηναίων τὰς ἐπιβολάς.
というのも、都市の城壁建設の際にスパルタ人が妨害しようとしたのと全く同じ方法で、港の建設の際にも彼らがアテナイ人の計画を挫折させようと企てるであろうことを、彼は正確に見抜いていたからである。
§11.43.2ἔδοξεν οὖν αὐτῷ πρὸς μὲν τοὺς Λακεδαιμονίους πρέσβεις ἀποστεῖλαι τοὺς διδάξοντας συμφέρειν τοῖς κοινοῖς τῆς Ἑλλάδος πράγμασιν ἔχειν ἀξιόχρεων λιμένα πρὸς τὴν ἀπὸ τῶν Περσῶν ἐσομένην στρατείαν.
それゆえ、一方ではスパルタ人たちのもとへ、将来ペルシア人からなされるであろう遠征に備えて、十分な規模の港を所有することはギリシアの共通の関心事にとって有益であると説得する使節を派遣することにした。
διὰ δὲ τούτου τοῦ τρόπου τοὺς Σπαρτιάτας ἀμβλυτέρους ποιήσας πρὸς τὸ κωλύειν, αὐτὸς εἴχετο τῶν ἔργων, καὶ τῶν πάντων συμφιλοτιμουμένων ταχέως συνέβη γενέσθαι καὶ παραδόξως κατασκευασθῆναι τὸν λιμένα.
そして他方では、この方法によってスパルタ人たちの妨害に対する意欲を削いだ上で、彼自身は工事に着手し、全員が競って協力したため、港は迅速に、かつ予想外の早さで建設された。
§11.43.3ἔπεισε δὲ τὸν δῆμον καθʼ ἕκαστον ἐνιαυτὸν πρὸς ταῖς ὑπαρχούσαις ναυσὶν εἴκοσι τριήρεις προσκατασκευάζειν, καὶ τοὺς μετοίκους καὶ τοὺς τεχνίτας ἀτελεῖς ποιῆσαι, ὅπως ὄχλος πολὺς πανταχόθεν εἰς τὴν πόλιν κατέλθῃ καὶ πλείους τέχνας κατασκευάσωσιν εὐχερῶς·
また、彼は民衆を説得して、毎年、既存の船に加えて20隻の三段櫂船を追加で建造すること、そして在留外国人と職人たちを免税にすることを決めさせた。 これは、多くの群衆があらゆる場所から都市に集まり、より多くの技術が容易に興るようにするためであった。
ἀμφότερα γὰρ ταῦτα χρησιμώτατα πρὸς τὰς τῶν ναυτικῶν δυνάμεων κατασκευὰς ὑπάρχειν ἔκρινεν.
彼は、これら両方のことが海軍力の構築にとってきわめて有用であると判断したからである。
οἱ μὲν οὖν Ἀθηναῖοι περὶ ταῦτα ἠσχολοῦντο.
こうして、アテナイ人たちはこれらのことに従事していた。