Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §11.42.1-11.42.6

地米斯托克利秘密获得港口计划的批准

第 43 段,共 723 段 · 希腊语

内容简介

地米斯托克利为了避免拉刻代蒙人的阻挠,对公众保密了其港口计划的细节,但通过获得议会以及民众选出的代表阿里斯泰德斯和克桑西普斯的批准,成功获得了执行计划的授权。

§11.42.1ταῦτʼ οὖν διαλογισάμενος ἔκρινε φανερῶς μὲν τὴν ἐπιβολὴν μὴ λέγειν, ἀκριβῶς γινώσκων τοὺς Λακεδαιμονίους κωλύσοντας, ἐν ἐκκλησίᾳ δὲ διελέχθη τοῖς πολίταις ὅτι μεγάλων πραγμάτων καὶ συμφερόντων τῇ πόλει βούλεται γενέσθαι σύμβουλός τε καὶ εἰσηγητής, ταῦτα δὲ φανερῶς μὲν λέγειν μὴ συμφέρειν, διʼ ὀλίγων δὲ ἀνδρῶν ἐπιτελεῖν προσήκειν· διόπερ ἠξίου τὸν δῆμον δύο ἄνδρας προχειρισάμενον οἷς ἂν μάλιστα πιστεύσῃ, τούτοις ἐπιτρέπειν περὶ τοῦ πράγματος.
因此,在深思熟虑之后,他决定不公开说明这一企图,因为他确切地知道拉刻代蒙人会予以阻挠;但他对公民们在公民大会上说,他希望成为国家重大且有益之事的顾问和提议者,然而这些事公开说明并不合适,而应当通过少数人来完成;因此,他请求民众选出两个他们最信任的人,将此事托付给他们。
§11.42.2πεισθέντος δὲ τοῦ πλήθους, ὁ δῆμος εἵλετο δύο ἄνδρας, Ἀριστείδην καὶ Ξάνθιππον, οὐ μόνον κατʼ ἀρετὴν προκρίνας αὐτούς, ἀλλὰ καὶ πρὸς τὸν Θεμιστοκλέα τούτους ὁρῶν ἁμιλλωμένους περὶ δόξης καὶ πρωτείων, καὶ διὰ τοῦτο ἀλλοτρίως ἔχοντας πρὸς αὐτόν.
当群众被说服后,民众选出了两个人,即阿里斯泰德斯与克桑西普斯,他们不仅是因为其德行而被选出,也是因为民众看到这两个人在名声和首位上与地米斯托克利竞争,并因此对他怀有敌意。
§11.42.3οὗτοι δὲ κατʼ ἰδίαν ἀκούσαντες τοῦ Θεμιστοκλέους τὴν ἐπιβολήν, ἐδήλωσαν τῷ δήμῳ διότι καὶ μεγάλα καὶ συμφέροντα τῇ πόλει καὶ δυνατὰ καθέστηκε τὰ λεγόμενα ὑπὸ τοῦ Θεμιστοκλέους.
这两人在私下里听取了地米斯托克利的企图后,向民众表明地米斯托克利所说的事确实重大、对国家有益且可行。
§11.42.4τοῦδὲ δήμου θαυμάσαντος ἅμα τὸν ἄνδρα καὶ ὑποπτεύσαντος μήποτε τυραννίδα τινὰ κατασκευασόμενος ἑαυτῷ τηλικαύταις καὶ τοιαύταις ἐπιβολαῖς ἐγχειρῇ, φανερῶς αὐτὸν ἐκέλευον ἀποφαίνεσθαι τὰ δεδογμένα.
民众既对这个人感到惊叹,又怀疑他是否企图通过如此重大和此类计划为自己建立某种僭主统治,于是公开命令他表明决定好的事情。
ὁ δὲ πάλιν ἔφησε μὴ συμφέρειν τῷ δήμῳ φανερῶς δηλοῦσθαι περὶ τῶν ἐπινοηθέντων.
而他再次表示,对于所构想的事,向民众公开说明是不利的。
§11.42.5πολλῷ δὲ μᾶλλον θαυμάσαντος τοῦ δήμου τὴν δεινότητα καὶ μεγαλοφροσύνην τἀνδρός, ἐκέλευον ἐν ἀπορρήτοις εἰπεῖν τῇ βουλῇ τὰ δεδογμένα· κἂν αὕτη κρίνῃ τὰ δυνατὰ λέγειν καὶ συμφέροντα, τότε ὡς ἂν συμβουλεύσῃ πρὸς τὸ τέλος ἄξειν αὐτοῦ τὴν ἐπιβολήν.
民众因此更加惊叹于这个人的精明和高尚精神,于是命令他在保密的情况下向议会说明决定好的事情;如果议会也判定他所说的事可行且有益,那么到时候就将按照议会的建议,将他的计划付诸实施。
§11.42.6διόπερ τῆς βουλῆς πυθομένης τὰ κατὰ μέρος, καὶ κρινάσης λέγειν αὐτὸν τὰ συμφέροντα τῇ πόλει καὶ δυνατά, τὸ λοιπὸν ἤδη συγχωρήσαντος τοῦ δήμου μετὰ τῆς βουλῆς ἔλαβε τὴν ἐξουσίαν πράττειν ὅ,τι βούλεται.
因此,当议会了解了细节,并判定他所说的事情对国家有益且可行时,由于民众随后已与议会一同首肯,他便获得了做任何他想做之事的权力。
ἕκαστος δʼ ἐκ τῆς ἐκκλησίας ἐχωρίζετο θαυμάζων μὲν τὴν ἀρετὴν τἀνδρός, μετέωρος δʼ ὢν καὶ καραδοκῶν τὸ τέλος τῆς ἐπιβολῆς.
每个人在离开公民大会时,一方面惊叹于这个人的才能,另一方面又悬心焦虑,急切期待着该计划的结局。

词汇与语法注释

  1. §11.42.1κωλύσοντας — 知觉动词 `γινώσκων` 的补充分词(以宾格作其逻辑主语)。作为将来时分词,它表示从主句动词(或分词)时间点来看未来将发生的事情(“拉刻代蒙人将会予以阻挠”)。
  2. §11.42.4μήποτε ... ἐγχειρῇ — 由表示怀疑/担忧的动词 `ὑποπτεύσαντος` 引导的 `μή (μήποτε)` 从句,配有虚拟语气 `ἐγχειρῇ`,表示“怀疑/担心(他)是否着手……”。其中的将来时分词 `κατασκευασόμενος` 表示意图或目的(“企图建立”)。
  3. §11.42.5ὡς ἂν συμβουλεύσῃ — 由 `ὡς ἄν` 加上虚拟语气构成的关系副词从句,表示未来不确定的条件(“无论(议会)提出何种建议,都照其行事”)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §11.42.1-11.42.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:11.42.1-11.42.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。