Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §11.40.1-11.40.5

地米斯托克利的计谋与雅典城墙的筑成

第 41 段,共 723 段 · 希腊语

内容简介

地米斯托克利亲自前往斯巴达充当使者以蒙蔽对方,为雅典修筑城墙争取时间。雅典人扣留了来访的斯巴达使者作为人质并顺利完成城墙,随后提及了罗马的地区战争。

§11.40.1ὑπακουσάντων δὲ τῶν Ἀθηναίων, οἱ μὲν περὶ τὸν Θεμιστοκλέα πρέσβεις προῆγον εἰς τὴν Σπάρτην, οἱ δὲ Ἀθηναῖοι μετὰ μεγάλης σπουδῆς ᾠκοδόμουν τὰ τείχη, οὔτʼ οἰκίας οὔτε τάφου φειδόμενοι.
当雅典人听从后,地米斯托克利及其随行使者便前往斯巴达,而雅典人则以极大的热忱修筑城墙,甚至不惜拆毁房屋和坟墓。
συνελαμβάνοντο δὲ τῶν ἔργων οἵ τε παῖδες καὶ αἱ γυναῖκες καὶ καθόλου πᾶς ξένος καὶ δοῦλος, οὐδενὸς ἀπολειπομένου τῆς προθυμίας.
孩子们、妇女们,以及所有的外邦人和奴隶都参与了这项工程,没有人在热意上落后。
§11.40.2παραδόξως δὲ τῶν ἔργων ἀνυομένων διά τε τὰς πολυχειρίας καὶ τὰς τῶν ἁπάντων προθυμίας, ὁ μὲν Θεμιστοκλῆς ἀνακληθεὶς ὑπὸ τῶν ἀρχόντων καὶ ἐπιτιμηθεὶς περὶ τῆς τειχοποιίας ἠρνήσατο τὴν οἰκοδομίαν, καὶ παρεκάλεσε τοὺς ἄρχοντας μὴ πιστεύειν κεναῖς φήμαις, ἀλλʼ ἀποστέλλειν πρέσβεις ἀξιοπίστους εἰς τὰς Ἀθήνας· διὰ γὰρ τούτων εἴσεσθαι τἀληθές· καὶ τούτων ἐγγυητὴν ἑαυτὸν παρεδίδου καὶ τοὺς μεθʼ ἑαυτοῦ συμπρεσβεύοντας.
由于人手众多且人人奋勇,工程以超出预期的速度进展。 地米斯托克利被执政官召唤并因修筑城墙之事受到责备,但他否认了正在建造城墙,并请求执政官不要相信空洞的传闻,而是派遣值得信赖的使者前往雅典;因为他说,通过这些使者就能了解真相;他并将自己和随行的共同使者作为此事担保人交了出来。
§11.40.3πεισθέντες δὲ οἱ Λακεδαιμόνιοι τοὺς μὲν περὶ τὸν Θεμιστοκλέα παρεφύλαττον, εἰς δὲ τὰς Ἀθήνας ἀπέστειλαν τοὺς ἐπιφανεστάτους κατασκεψομένους, περὶ ὧν ἦν χρεία πολυπραγμονῆσαι.
拉刻代蒙人被说服后,便将地米斯托克利及其一行严加监视,并向雅典派遣了最享有声望的人,去察看那些需要详细调查的事项。
τοῦ δὲ χρόνου διεξελθόντος, οἱ μὲν Ἀθηναῖοι τὸ τεῖχος ἔφθασαν ἐφʼ ἱκανὸν κατεσκευακότες, τοὺς δὲ τῶν Λακεδαιμονίων πρέσβεις ἐλθόντας εἰς τὰς Ἀθήνας καὶ μετʼ ἀνατάσεων καὶ ἀπειλῶν ἐπιτιμῶντας παρέδωκαν εἰς φυλακήν, φήσαντες τότε ἀφήσειν, ὅταν κἀκεῖνοι τοὺς περὶ Θεμιστοκλέα πρέσβεις ἀπολύσωσι.
随着时间流逝,雅典人已经抢先将城墙建到了足够的高度,他们将来到雅典并以高压姿态和威胁进行指责的拉刻代蒙使者拘捕起来,宣称只有当对方释放地米斯托克利等使者时,他们才会释放这些人。
§11.40.4τούτῳ δὲ τῷ τρόπῳ καταστρατηγηθέντες οἱ Λάκωνες ἠναγκάσθησαν ἀπολῦσαι τοὺς Ἀθηναίων πρέσβεις, ἵνα τοὺς ἰδίους ἀπολάβωσιν.
通过这种方式在策略上被击败的拉刻代蒙人,被迫释放了雅典的使者,以便换回自己的人。
ὁ δὲ Θεμιστοκλῆς τοιούτῳ στρατηγήματι τειχίσας τὴν πατρίδα συντόμως καὶ ἀκινδύνως, μεγάλης ἀποδοχῆς ἔτυχε παρὰ τοῖς πολίταις.
地米斯托克利通过这样的策略,迅速且毫无危险地为祖国修筑了城墙,在公民中赢得了极大的赞誉。
§11.40.5ἅμα δὲ τούτοις πραττομένοις Ῥωμαίοις πρὸς Αἰκολανοὺς καὶ τοὺς τὸ Τοῦσκλον κατοικοῦντας συνέστη πόλεμος, καὶ πρὸς μὲν Αἰκολανοὺς μάχην συνάψαντες ἐνίκησαν καὶ πολλοὺς τῶν πολεμίων ἀνεῖλον, μετὰ δὲ ταῦτα τὸ Τοῦσκλον ἐξεπολιόρκησαν καὶ τὴν τῶν Αἰκολανῶν πόλιν ἐχειρώσαντο.
在这些事情发生的同时,罗马人与艾科拉尼人以及居住在图斯库鲁姆的人之间爆发了战争。 他们与艾科拉尼人交战并击败了他们,消灭了许多敌人,随后他们包围并攻陷了图斯库鲁姆,并征服了艾科拉尼人的城市。

词汇与语法注释

  1. 11.40.1συνελαμβάνοντο δὲ τῶν ἔργων — 动词 `συλλαμβάνομαι`(中被动相)接属格 `τῶν ἔργων`,意为“参与”或“协同帮助进行”某项工作。
  2. 11.40.2διὰ γὰρ τούτων εἴσεσθαι τἀληθές — 将来时不定式 `εἴσεσθαι`(源自 `οἶδα`)用于由主句动词 `παρεκάλεσε` 引导的间接引语中,表示“通过他们(使者)将会得知真相”。得知真相的主体(拉刻代蒙人)因上下文已明确而省略。
  3. 11.40.3ἔφθασαν ... κατεσκευακότες — 动词 `φθάνω` 与分词 `κατεσκευακότες` 连用的惯用句式,表示“抢先做了某事”或“在他人察觉前已完成了某事”。此处指在拉刻代蒙使者有所反应之前,雅典人已经将城墙建到了足够的高度。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §11.40.1-11.40.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:11.40.1-11.40.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。