§11.40.1ὑπακουσάντων δὲ τῶν Ἀθηναίων, οἱ μὲν περὶ τὸν Θεμιστοκλέα πρέσβεις προῆγον εἰς τὴν Σπάρτην, οἱ δὲ Ἀθηναῖοι μετὰ μεγάλης σπουδῆς ᾠκοδόμουν τὰ τείχη, οὔτʼ οἰκίας οὔτε τάφου φειδόμενοι.
アテナイ人たちが従うと、テミストクレスとその一行の使節たちはスパルタへと進んだ。 他方、アテナイ人たちは大急ぎで城壁を築き、家も墓も惜しまなかった。
συνελαμβάνοντο δὲ τῶν ἔργων οἵ τε παῖδες καὶ αἱ γυναῖκες καὶ καθόλου πᾶς ξένος καὶ δοῦλος, οὐδενὸς ἀπολειπομένου τῆς προθυμίας.
そして、子供たちも女性たちも、また概してすべての在留外国人も奴隷もその作業を手伝い、誰一人として熱意において後れを取る者はなかった。
§11.40.2παραδόξως δὲ τῶν ἔργων ἀνυομένων διά τε τὰς πολυχειρίας καὶ τὰς τῶν ἁπάντων προθυμίας, ὁ μὲν Θεμιστοκλῆς ἀνακληθεὶς ὑπὸ τῶν ἀρχόντων καὶ ἐπιτιμηθεὶς περὶ τῆς τειχοποιίας ἠρνήσατο τὴν οἰκοδομίαν, καὶ παρεκάλεσε τοὺς ἄρχοντας μὴ πιστεύειν κεναῖς φήμαις, ἀλλʼ ἀποστέλλειν πρέσβεις ἀξιοπίστους εἰς τὰς Ἀθήνας·
多くの人手と全員の熱意によって作業が予想外の速さで進捗すると、テミストクレスは指導者たちに呼び出され、城壁建設の件で非難されたが、建設が行われていることを否定し、指導者たちに対し、根拠のない噂を信じるのではなく、信頼できる使節をアテナイに派遣するよう求めた。
διὰ γὰρ τούτων εἴσεσθαι τἀληθές·
なぜなら、彼らを通じて真実が明らかになるであろうから、という。
καὶ τούτων ἐγγυητὴν ἑαυτὸν παρεδίδου καὶ τοὺς μεθʼ ἑαυτοῦ συμπρεσβεύοντας.
そして、このことの保証人として、自身と、自分を伴う共同使節たちを差し出した。
§11.40.3πεισθέντες δὲ οἱ Λακεδαιμόνιοι τοὺς μὲν περὶ τὸν Θεμιστοκλέα παρεφύλαττον, εἰς δὲ τὰς Ἀθήνας ἀπέστειλαν τοὺς ἐπιφανεστάτους κατασκεψομένους, περὶ ὧν ἦν χρεία πολυπραγμονῆσαι.
スパルタ人はこれに説得されてテミストクレスとその一行を厳重に監視し、アテナイには、詳細に調査する必要のある事柄について状況を視察させるために、最も著名な人々を派遣した。
τοῦ δὲ χρόνου διεξελθόντος, οἱ μὲν Ἀθηναῖοι τὸ τεῖχος ἔφθασαν ἐφʼ ἱκανὸν κατεσκευακότες, τοὺς δὲ τῶν Λακεδαιμονίων πρέσβεις ἐλθόντας εἰς τὰς Ἀθήνας καὶ μετʼ ἀνατάσεων καὶ ἀπειλῶν ἐπιτιμῶντας παρέδωκαν εἰς φυλακήν, φήσαντες τότε ἀφήσειν, ὅταν κἀκεῖνοι τοὺς περὶ Θεμιστοκλέα πρέσβεις ἀπολύσωσι.
時間が経過すると、アテナイ人たちはすでに十分な高さまで城壁を築き終えており、アテナイにやって来て高圧的な態度と脅しをもって非難してきたスパルタの使節たちを拘束し、彼らもまたテミストクレスたち使節を解放したときにのみ、彼らを釈放すると言い放った。
§11.40.4τούτῳ δὲ τῷ τρόπῳ καταστρατηγηθέντες οἱ Λάκωνες ἠναγκάσθησαν ἀπολῦσαι τοὺς Ἀθηναίων πρέσβεις, ἵνα τοὺς ἰδίους ἀπολάβωσιν.
このようにして策略に出し抜かれたスパルタ人は、自分たちの使節を取り戻すために、アテナイの使節たちを解放せざるを得なくなった。
ὁ δὲ Θεμιστοκλῆς τοιούτῳ στρατηγήματι τειχίσας τὴν πατρίδα συντόμως καὶ ἀκινδύνως, μεγάλης ἀποδοχῆς ἔτυχε παρὰ τοῖς πολίταις.
テミストクレスはこのような計略によって、祖国に素早く、かつ危険を冒さずに城壁を築いたので、市民たちの間で大いなる賞賛を得た。
§11.40.5ἅμα δὲ τούτοις πραττομένοις Ῥωμαίοις πρὸς Αἰκολανοὺς καὶ τοὺς τὸ Τοῦσκλον κατοικοῦντας συνέστη πόλεμος, καὶ πρὸς μὲν Αἰκολανοὺς μάχην συνάψαντες ἐνίκησαν καὶ πολλοὺς τῶν πολεμίων ἀνεῖλον, μετὰ δὲ ταῦτα τὸ Τοῦσκλον ἐξεπολιόρκησαν καὶ τὴν τῶν Αἰκολανῶν πόλιν ἐχειρώσαντο.
これらのことが行われていたのと同時に、ローマ人とアイコラノイ人およびトゥスクルムの住民たちとの間に戦争が勃発した。 そして、アイコラノイ人に対しては戦闘を交えて勝利し、多くの敵を殺害した。 その後、トゥスクルムを包囲攻略し、アイコラノイ人の都市を支配下に置いた。