§11.39.1κατὰ δὲ τὴν Ἑλλάδα Ἀθηναῖοι μὲν μετὰ τὴν ἐν Πλαταιαῖς νίκην μετεκόμισαν ἐκ Τροιζῆνος καὶ Σαλαμῖνος τέκνα καὶ γυναῖκας εἰς τὰς Ἀθήνας, εὐθὺς δὲ καὶ τὴν πόλιν ἐπεχείρησαν τειχίζειν καὶ τῶν ἄλλων τῶν πρὸς ἀσφάλειαν ἀνηκόντων ἐπιμέλειαν ἐποιοῦντο.
在希腊,雅典人在普拉提亚战役获胜后,将妻子和儿女从特罗伊岑和萨拉米斯迁回雅典,并立即着手修筑城市城墙,同时也对其他涉及安全的事项予以关注。
§11.39.2Λακεδαιμόνιοι δʼ ὁρῶντες τοὺς Ἀθηναίους ἐν ταῖς ναυτικαῖς δυνάμεσι περιπεποιημένους δόξαν μεγάλην, ὑπώπτευσαν αὐτῶν τὴν αὔξησιν, καὶ διέγνωσαν κωλύειν τοὺς Ἀθηναίους ἀνοικοδομεῖν τὰ τείχη.
拉刻代蒙人见雅典人在海军力量上赢得了巨大的声誉,便对他们的壮大产生了怀疑,并决定阻止雅典人重建城墙。
§11.39.3εὐθὺς οὖν πρέσβεις ἐξέπεμψαν εἰς τὰς Ἀθήνας τοὺς λόγῳ μὲν συμβουλεύσοντας κατὰ τὸ παρὸν μὴ τειχίζειν τὴν πόλιν διὰ τὸ μὴ συμφέρειν κοινῇ τοῖς Ἕλλησι· τὸν γὰρ Ξέρξην, εἰ πάλιν παραγενηθείη μετὰ μειζόνων δυνάμεων, ἕξειν ἑτοίμους πόλεις τετειχισμένας ἐκτὸς Πελοποννήσου, ἐξ ὧν ὁρμώμενον ῥᾳδίως καταπολεμήσειν τοὺς Ἕλληνας.
于是,他们立即派使者前往雅典,表面上是建议他们目前不要修筑城墙,理由是这对希腊人共同并没有好处;因为如果薛西斯再次率领更强大的军队前来,他在伯罗奔尼撒半岛之外就会有现成修筑好城墙的城市,他以此为基地就能轻易地与希腊人交战并击败他们。
οὐ πειθομένων δʼ αὐτῶν, οἱ πρέσβεις προσιόντες τοῖς οἰκοδομοῦσι προσέταττον ἀφίστασθαι τῶν ἔργων τὴν ταχίστην.
在雅典人不听从时,使者们便走近那些正在建造的人,命令他们尽快停止工程。
§11.39.4ἀπορουμένων δὲ τῶν Ἀθηναίων ὅ,τι χρὴ πράττειν, Θεμιστοκλῆς, ἀποδοχῆς τότε παρʼ αὐτοῖς τυγχάνων τῆς μεγίστης, συνεβούλευεν ἔχειν ἡσυχίαν· ἐὰν γὰρ βιάζωνται, ῥᾳδίως τοὺς Λακεδαιμονίους μετὰ τῶν Πελοποννησίων στρατεύσαντας κωλύσειν αὐτοὺς τειχίζειν τὴν πόλιν.
当雅典人对该如何行事感到无所适从时,当时在他们之中极具威望的地米斯托克利建议他们保持冷静;因为如果他们强行修筑,拉刻代蒙人将轻易地与伯罗奔尼撒人一同出兵,阻止他们修筑城市城墙。
§11.39.5ἐν ἀπορρήτοις δὲ τῇ βουλῇ προεῖπεν, ὡς αὐτὸς μὲν μετά τινων ἄλλων πορεύσεται πρεσβευτὴς εἰς Λακεδαίμονα, διδάξων τοὺς Λακεδαιμονίους περὶ τοῦ τειχισμοῦ, τοῖς δὲ ἄρχουσι παρήγγειλεν, ὅταν ἐκ Λακεδαίμονος ἔλθωσι πρέσβεις εἰς τὰς Ἀθήνας, παρακατέχειν αὐτούς, ἕως ἂν αὐτὸς ἐκ τῆς Λακεδαίμονος ἀνακάμψῃ, ἐν τοσούτῳ δὲ πανδημεὶ τειχίζειν τὴν πόλιν, καὶ τούτῳ τῷ τρόπῳ κρατήσειν αὐτοὺς ἀπεφαίνετο τῆς προθέσεως.
他在秘密会议中向议会表明,他自己将与其余几人作为使者前往拉刻代蒙,向拉刻代蒙人说明修筑城墙之事,并吩咐执政官们,一旦来自拉刻代蒙的使者到达雅典,就将他们扣留,直到他自己从拉刻代蒙返回,在此期间则动员全体民众修筑城市城墙,并表示通过这种方式,他们将实现其计划。