§11.38.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Τιμοσθένους ἐν Ῥώμῃ τὴν ὑπατικὴν ἀρχὴν διεδέξαντο Καίσων Φάβιος καὶ Λεύκιος Αἰμίλιος Μάμερκος.
在雅典的执政官提摩斯提尼任内,在罗马由凯索·法比乌斯与卢基乌斯·埃米利乌斯·马梅尔库斯接任执政官之职。
ἐπὶ δὲ τούτων κατὰ τὴν Σικελίαν πολλή τις εἰρήνη κατεῖχε τὴν νῆσον, τῶν μὲν Καρχηδονίων εἰς τέλος τεταπεινωμένων, τοῦ δὲ Γέλωνος ἐπιεικῶς προεστηκότος τῶν Σικελιωτῶν καὶ πολλὴν εὐνομίαν τε καὶ πάντων τῶν ἐπιτηδείων εὐπορίαν παρεχομένου ταῖς πόλεσι.
在他们的任期内,西西里岛处于极大的和平之中,因为迦太基人已被彻底击败,而盖隆温和地统治着西西里希腊人,并为各城邦带来了良好的秩序以及丰足的所有生活必需品。
§11.38.2τῶν δὲ Συρακοσίων τὰς μὲν πολυτελεῖς ἐκφορὰς νόμῳ καταλελυκότων καὶ τὰς εἰωθυίας δαπάνας εἰς τοὺς τελευτῶντας γίνεσθαι περιῃρηκότων, ἐγγεγραμμένων δὲ ἐν τῷ νόμῳ καὶ τῶν παντελῶς λιτῶν ἐνταφίων, ὁ βασιλεὺς Γέλων βουλόμενος τὴν τοῦ δήμου σπουδὴν ἐν ἅπασι διαφυλάττειν, τὸν περὶ τῆς ταφῆς νόμον ἐφʼ ἑαυτοῦ βέβαιον ἐτήρησεν· §11.38.3ὑπὸ γὰρ ἀρρωστίας συνεχόμενος καὶ τὸ ζῆν ἀπελπίσας, τὴν μὲν βασιλείαν παρέδωκεν Ἱέρωνι τῷ πρεσβυτάτῳ τῶν ἀδελφῶν, περὶ δὲ τῆς ἑαυτοῦ ταφῆς ἐνετείλατο διαστελλόμενος ἀκριβῶς τηρῆσαι τὸ νόμιμον.
尽管叙拉古人已通过法律废除了奢侈的葬礼,并削减了通常为死者所作的开销,且法律中也规定了极为简便的寿衣,国王盖隆为了在一切事上保持民众的忠诚,在对待自己时也严格遵守了关于埋葬的法律;因为他因病卧床,对生命感到绝望,便将王位传给了他的兄弟中最长者希埃隆,并对于自己的葬礼,他特意叮嘱要严格遵守法定规则。
διὸ καὶ τελευτήσαντος αὐτοῦ τὴν ἐκφορὰν κατὰ τὴν ἐπαγγελίαν αὐτοῦ συνετέλεσεν ὁ διαδεξάμενος τὴν βασιλείαν.
因此,在他去世后,继承王位的人按照他的嘱托举行了葬礼。
§11.38.4ἐτάφη δʼ αὐτοῦ τὸ σῶμα κατὰ τὸν ἀγρὸν τῆς γυναικὸς ἐν ταῖς καλουμέναις Ἐννέα τύρσεσιν, οὔσαις τῷ βάρει τῶν ἔργων θαυμασταῖς.
他的遗体被安葬在他妻子的庄园里,一个被称为“九塔”的地方,这些塔因其工程的雄伟而令人惊叹。
ὁ δὲ ὄχλος ἐκ τῆς πόλεως ἅπας συνηκολούθησεν, ἀπέχοντος τοῦ τόπου σταδίους διακοσίους.
城里所有的民众都随行送葬,尽管那个地方相距有二百斯塔迪亚。
§11.38.5ἐνταῦθα δʼ αὐτοῦ ταφέντος ὁ μὲν δῆμος τάφον ἀξιόλογον ἐπιστήσας ἡρωικαῖς τιμαῖς ἐτίμησε τὸν Γέλωνα, ὕστερον δὲ τὸ μὲν μνῆμα ἀνεῖλον Καρχηδόνιοι στρατεύσαντες ἐπὶ Συρακούσας, τὰς δὲ τύρσεις Ἀγαθοκλῆς κατέβαλε διὰ τὸν φθόνον.
在他安葬于此之后,民众为他建造了一座雄伟的陵墓,并以英雄的礼仪祭祀盖隆;但后来,在卡尔塔戈人出征叙拉古时,那座陵墓被他们摧毁,而那些塔则被阿加托克勒斯出于嫉妒而拆除。
ἀλλʼ ὅμως οὔτε Καρχηδόνιοι διὰ τὴν ἔχθραν οὔτε Ἀγαθοκλῆς διὰ τὴν ἰδίαν κακίαν οὔτε ἄλλος οὐδεὶς ἠδυνήθη τοῦ Γέλωνος ἀφελέσθαι τὴν δόξαν· §11.38.6ἡ γὰρ τῆς ἱστορίας δικαία μαρτυρία τετήρηκε τὴν περὶ αὐτοῦ φήμην, κηρύττουσα διαπρυσίως εἰς ἅπαντα τὸν αἰῶνα.
然而,无论是卡尔塔戈人由于其敌意,还是阿加托克勒斯由于其自身的邪恶,或是其他任何人,都无法夺走盖隆的荣耀;因为历史的公正见证守护了他的名声,并向所有世代高声宣扬。
δίκαιον γὰρ ἅμα καὶ συμφέρον ἐστὶ τῷ κοινῷ βίῳ διὰ τὴν ἱστορίαν τοὺς μὲν πονηροὺς τῶν ἐν ταῖς ἐξουσίαις γεγενημένων βλασφημεῖσθαι, τοὺς δὲ εὐεργετικοὺς τυγχάνειν ἀθανάτου μνήμης· οὕτω γὰρ μάλιστα συμβήσεται πολλοὺς ἐπὶ τὴν κοινὴν εὐεργεσίαν προτρέπεσθαι τῶν μεταγενεστέρων.
因为,通过历史,使那些曾掌权者中的邪恶之人受到谴责,而使行善之人获得不朽的记忆,这对于人类的共同生活而言既是公正的,也是有益的;因为只有这样,后世之中的许多人才会最大程度地被激励去为大众造福。
§11.38.7Γέλων μὲν οὖν ἑπταετῆ χρόνον ἐβασίλευσεν, Ἱέρων δʼ ὁ ἀδελφὸς αὐτοῦ διαδεξάμενος τὴν ἀρχὴν ἐβασίλευσε τῶν Συρακοσίων ἔτη ἕνδεκα καὶ μῆνας ὀκτώ.
因此盖隆统治了七年,而他的兄弟希埃隆继承了权力,统治叙拉古人十一年零八个月。