Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §11.38.1-11.38.7

ゲロンの善政と死およびヒエロンの即位

39 / 723 箇所 · ギリシア語

要旨

アテナイとローマの政情を述べた後、シケリアのゲロン王の善政と平和、そして彼が死に際して法を守った簡素な葬儀を望んだ逸話を記す。さらにゲロンの死後の墓碑の運命と歴史が彼に与える不滅の名声、後継者ヒエロンの即位を述べる。

§11.38.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Τιμοσθένους ἐν Ῥώμῃ τὴν ὑπατικὴν ἀρχὴν διεδέξαντο Καίσων Φάβιος καὶ Λεύκιος Αἰμίλιος Μάμερκος.
アテナイでティモステネスが執政官であるときに、ローマではカイソ・ファビウスとルキウス・アエミリウス・マメルクスが執政官の職を継いだ。
ἐπὶ δὲ τούτων κατὰ τὴν Σικελίαν πολλή τις εἰρήνη κατεῖχε τὴν νῆσον, τῶν μὲν Καρχηδονίων εἰς τέλος τεταπεινωμένων, τοῦ δὲ Γέλωνος ἐπιεικῶς προεστηκότος τῶν Σικελιωτῶν καὶ πολλὴν εὐνομίαν τε καὶ πάντων τῶν ἐπιτηδείων εὐπορίαν παρεχομένου ταῖς πόλεσι.
彼らの時代にシケリアでは、かなりの平和が島を支配していた。 カルタゴ人たちがすっかり打ち負かされており、ゲロンがシケリアのギリシア人たちを穏健に指導し、都市たちに多大なる良き秩序とあらゆる生活必需品の豊かさを提供していたからである。
§11.38.2τῶν δὲ Συρακοσίων τὰς μὲν πολυτελεῖς ἐκφορὰς νόμῳ καταλελυκότων καὶ τὰς εἰωθυίας δαπάνας εἰς τοὺς τελευτῶντας γίνεσθαι περιῃρηκότων, ἐγγεγραμμένων δὲ ἐν τῷ νόμῳ καὶ τῶν παντελῶς λιτῶν ἐνταφίων, ὁ βασιλεὺς Γέλων βουλόμενος τὴν τοῦ δήμου σπουδὴν ἐν ἅπασι διαφυλάττειν, τὸν περὶ τῆς ταφῆς νόμον ἐφʼ ἑαυτοῦ βέβαιον ἐτήρησεν·
また、シュラクサイ人たちが法律によって贅沢な葬儀を廃止し、死者のために行われていた慣習的な支出を削減しており、極めて簡素な埋葬衣がその法律に書き込まれていたが、王であるゲロンは、あらゆることにおいて民衆の熱意を守ることを望み、葬儀に関するその法律を自分自身に対しても厳格に守らせた。
§11.38.3ὑπὸ γὰρ ἀρρωστίας συνεχόμενος καὶ τὸ ζῆν ἀπελπίσας, τὴν μὲν βασιλείαν παρέδωκεν Ἱέρωνι τῷ πρεσβυτάτῳ τῶν ἀδελφῶν, περὶ δὲ τῆς ἑαυτοῦ ταφῆς ἐνετείλατο διαστελλόμενος ἀκριβῶς τηρῆσαι τὸ νόμιμον.
というのも、彼は病気に罹って命をあきらめたとき、王位は兄弟たちのうち最年長であるヒエロンに譲り、自らの葬儀に関しては、厳密に法的規則を守るよう明確に命じたからである。
διὸ καὶ τελευτήσαντος αὐτοῦ τὴν ἐκφορὰν κατὰ τὴν ἐπαγγελίαν αὐτοῦ συνετέλεσεν ὁ διαδεξάμενος τὴν βασιλείαν.
それゆえ、彼が亡くなると、王位を継承した者が、彼の意志に従って葬儀を執り行なった。
§11.38.4ἐτάφη δʼ αὐτοῦ τὸ σῶμα κατὰ τὸν ἀγρὸν τῆς γυναικὸς ἐν ταῖς καλουμέναις Ἐννέα τύρσεσιν, οὔσαις τῷ βάρει τῶν ἔργων θαυμασταῖς.
彼の遺体は、妻の所有地にある「九つの塔」と呼ばれる場所に埋葬されたが、それらはその建造物の壮大さにおいて驚嘆すべきものであった。
ὁ δὲ ὄχλος ἐκ τῆς πόλεως ἅπας συνηκολούθησεν, ἀπέχοντος τοῦ τόπου σταδίους διακοσίους.
そして都市から群衆全員が付き従ったが、その場所は二百スタディオン離れていた。
§11.38.5ἐνταῦθα δʼ αὐτοῦ ταφέντος ὁ μὲν δῆμος τάφον ἀξιόλογον ἐπιστήσας ἡρωικαῖς τιμαῖς ἐτίμησε τὸν Γέλωνα, ὕστερον δὲ τὸ μὲν μνῆμα ἀνεῖλον Καρχηδόνιοι στρατεύσαντες ἐπὶ Συρακούσας, τὰς δὲ τύρσεις Ἀγαθοκλῆς κατέβαλε διὰ τὸν φθόνον.
彼がそこに埋葬されると、民衆は立派な墓を建て、ゲロンを英雄としての栄誉をもって祀った。 しかし後年、その墓碑はシュラクサイに遠征してきたカルタゴ人たちによって破壊され、塔の方はアガトクレスが嫉妬から取り壊した。
ἀλλʼ ὅμως οὔτε Καρχηδόνιοι διὰ τὴν ἔχθραν οὔτε Ἀγαθοκλῆς διὰ τὴν ἰδίαν κακίαν οὔτε ἄλλος οὐδεὶς ἠδυνήθη τοῦ Γέλωνος ἀφελέσθαι τὴν δόξαν·
しかしそれにもかかわらず、カルタゴ人たちもその敵意によって、アガトクレスも彼自身の邪悪さによって、また他の誰も、ゲロンからその名声を奪い去ることはできなかった。
§11.38.6ἡ γὰρ τῆς ἱστορίας δικαία μαρτυρία τετήρηκε τὴν περὶ αὐτοῦ φήμην, κηρύττουσα διαπρυσίως εἰς ἅπαντα τὸν αἰῶνα.
なぜなら、歴史の公正な証言が彼に関する評判を守り続け、すべての時代にわたって高らかに宣明しているからである。
δίκαιον γὰρ ἅμα καὶ συμφέρον ἐστὶ τῷ κοινῷ βίῳ διὰ τὴν ἱστορίαν τοὺς μὲν πονηροὺς τῶν ἐν ταῖς ἐξουσίαις γεγενημένων βλασφημεῖσθαι, τοὺς δὲ εὐεργετικοὺς τυγχάνειν ἀθανάτου μνήμης·
なぜなら、歴史を通じて、権力をもった者たちのうち邪悪な者たちは非難され、恩恵を施した者たちは不滅の記憶を得るということは、人類共同の生活にとって、正しく、かつ有益であるからである。
οὕτω γὰρ μάλιστα συμβήσεται πολλοὺς ἐπὶ τὴν κοινὴν εὐεργεσίαν προτρέπεσθαι τῶν μεταγενεστέρων.
そうすることによってこそ、後生の人々の多くが、共同体への恩恵へと最も強く駆り立てられることになるからである。
§11.38.7Γέλων μὲν οὖν ἑπταετῆ χρόνον ἐβασίλευσεν, Ἱέρων δʼ ὁ ἀδελφὸς αὐτοῦ διαδεξάμενος τὴν ἀρχὴν ἐβασίλευσε τῶν Συρακοσίων ἔτη ἕνδεκα καὶ μῆνας ὀκτώ.
こうしてゲロンは七年間のあいだ支配し、彼の兄弟ヒエロンがその権力を継承して、十一年と八ヶ月、シュラクサイ人たちを支配した。

語釈・文法注

  1. §11.38.1τῶν μὲν Καρχηδονίων εἰς τέλος τεταπεινωμένων — 理由を表す独立属格構文。次の τοῦ δὲ Γέλωνος ... παρεχομένου と並列関係にある。
  2. §11.38.2τῶν δὲ Συρακοσίων τὰς μὲν πολυτελεῖς ἐκφορὰς νόμῳ καταλελυκότων — 独立属格構文。ここでは譲歩(〜であるにもかかわらず)もしくは背景として解釈するのが自然である。主節の主語は ὁ βασιλεὺς Γέλων、動詞は ἐτήρησεν。
  3. §11.38.4οὔσαις τῷ βάρει τῶν ἔργων θαυμασταῖς — 分詞 οὔσαις(女性複数与格)は先行する ταῖς καλουμέναις Ἐννέα τύρσεσιν に係っている。τῷ βάρει は関係(あるいは観点)の与格で、「その(建造物の)重み(巨大さ、壮大さ)において」の意味を表し、τῶν ἔργων(「建造物」「土木工事」)は属格でそれに依存している。
  4. §11.38.6δίκαιον γὰρ ἅμα καὶ συμφέρον ἐστὶ τῷ κοινῷ βίῳ ... τοὺς μὲν πονηροὺς ... βλασφημεῖσθαι — 非人称表現である δίκαιον ... ἐστί に導かれる対格不定詞構文。不定詞 βλασφημεῖσθαι(および次の τυγχαίνειν)の主語が対格の τοὺς μὲν πονηροὺς(および τοὺς δὲ εὐεργετικοὺς)となっている。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §11.38.1-11.38.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:11.38.1-11.38.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。