§11.37.1οἱ δὲ περὶ Λεωτυχίδην καὶ Ξάνθιππον ἀποπλεύσαντες εἰς Σάμον τοὺς μὲν Ἴωνας καὶ τοὺς Αἰολεῖς συμμάχους ἐποιήσαντο, μετὰ δὲ ταῦτα ἔπειθον αὐτοὺς ἐκλιπόντας τὴν Ἀσίαν εἰς τὴν Εὐρώπην μετοικισθῆναι.
列奥提基德斯和克桑提普斯等人乘船前往萨摩斯,与爱奥尼亚人和埃奥利斯人结为盟友,随后劝说他们离开亚洲迁往欧洲。
ἐπηγγέλλοντο δὲ τὰ μηδίσαντα τῶν ἐθνῶν ἀναστήσαντες δώσειν ἐκείνοις τὴν χώραν· §11.37.2καθόλου γὰρ μένοντας αὐτοὺς ἐπὶ τῆς Ἀσίας τοὺς μὲν πολεμίους ὁμόρους ἕξειν, πολὺ ταῖς δυνάμεσιν ὑπερέχοντας, τοὺς δὲ συμμάχους ὄντας διαποντίους μὴ δυνήσεσθαι τὰς βοηθείας εὐκαίρους αὐτοῖς ποιήσασθαι.
并承诺将驱逐投靠波斯的民族,将他们的土地赐予他们;因为如果他们留在亚洲,大体上他们将与军事力量远胜于自己的敌人为邻,而海对岸的盟友则无法及时向他们提供援助。
οἱ δὲ Αἰολεῖς καὶ οἱ Ἴωνες ἀκούσαντες τῶν ἐπαγγελιῶν ἔγνωσαν πείθεσθαι τοῖς Ἕλλησι, καὶ παρεσκευάζοντο πλεῖν μετʼ αὐτῶν εἰς τὴν Εὐρώπην.
埃奥利斯人和爱奥尼亚人听了这些承诺后,决定听从希腊人,并准备与他们一同乘船前往欧洲。
§11.37.3οἱ δʼ Ἀθηναῖοι μετανοήσαντες εἰς τοὐναντίον πάλιν μένειν συνεβούλευον, λέγοντες ὅτι κἂν μηδεὶς αὐτοῖς τῶν ἄλλων Ἑλλήνων βοηθῇ, μόνοι Ἀθηναῖοι συγγενεῖς ὄντες βοηθήσουσιν· ὑπελάμβανον δὲ ὅτι κοινῇ κατοικισθέντες ὑπὸ τῶν Ἑλλήνων οἱ Ἴωνες οὐκέτι μητρόπολιν ἡγήσονται τὰς Ἀθήνας.
但雅典人改变了主意,反而劝说他们重新留下来,他们说,即使其他希腊人都无一援助,唯有作为同族同胞的雅典人会援助他们;因为他们推测,如果爱奥尼亚人被希腊人共同安置,他们将不再视雅典为母邦。
διόπερ συνέβη μετανοῆσαι τοὺς Ἴωνας καὶ κρῖναι μένειν ἐπὶ τῆς Ἀσίας.
因此,爱奥尼亚人也改变了主意,决定留在亚洲。
§11.37.4τούτων δὲ πραχθέντων συνέβη τὴν δύναμιν τῶν Ἑλλήνων σχισθῆναι,καὶ τοὺς μὲν Λακεδαιμονίους εἰς τὴν Λακωνικὴν ἀποπλεῦσαι, τοὺς δὲ Ἀθηναίους μετὰ τῶν Ἰώνων καὶ τῶν νησιωτῶν ἐπὶ Σηστὸν ἀπᾶραι.
这些事情办完后,希腊人的军队便分裂了,斯巴达人乘船回到了拉科尼亚,而雅典人则与爱奥尼亚人及岛民一同启航前往塞斯托斯。
§11.37.5Ξάνθιππος δὲ ὁ στρατηγὸς εὐθὺς ἐκ κατάπλου προσβολὰς τῇ πόλει ποιησάμενος εἷλε Σηστόν, καὶ φρουρὰν ἐγκαταστήσας τοὺς μὲν συμμάχους ἀπέλυσεν, αὐτὸς δὲ μετὰ τῶν πολιτῶν ἀνέκαμψεν εἰς τὰς Ἀθήνας.
将军克桑提普斯进港后立即对该城发动进攻,攻占了塞斯托斯,并在设立了守备队后,遣散了盟友,他自己则与本国公民一同回到了雅典。
§11.37.6ὁ μὲν οὖν Μηδικὸς ὀνομασθεὶς πόλεμος γενόμενος διετὴς τοῦτο ἔσχε τὸ πέρας.
因此,这场被称为波斯战争、持续了两年的战争,便以此为终结。
τῶν δὲ συγγραφέων Ἡρόδοτος ἀρξάμενος πρὸ τῶν Τρωικῶν χρόνων γέγραφε κοινὰς σχεδόν τι τὰς τῆς οἰκουμένης πράξεις ἐν βίβλοις ἐννέα, καταστρέφει δὲ τὴν σύνταξιν εἰς τὴν περὶ Μυκάλην μάχην τοῖς Ἕλλησι πρὸς τοὺς Πέρσας καὶ Σηστοῦ πολιορκίαν.
在历史学家中,希罗多德从特洛伊时代之前开始,在九卷书中几乎撰写了整个居住世界的通用历史,并以希腊人与波斯人之间的米卡勒之战以及塞斯托斯围城战结束了他的著作。
§11.37.7κατὰ δὲ τὴν Ἰταλίαν Ῥωμαῖοι πρὸς τοὺς Οὐολούσκους πολεμήσαντες καὶ μάχῃ νικήσαντες πολλοὺς ἀνεῖλον.
在意大利,罗马人与沃尔斯奇人作战,并在战斗中击败他们,杀死了许多人。
Σπόριος δὲ Κάσσιος, ὁ κατὰ τὸν προηγούμενον ἐνιαυτὸν ὑπατεύσας, δόξας ἐπιθέσθαι τυραννίδι καὶ καταγνωσθείς, ἀνῃρέθη.
而在前一年担任执政官的斯普里乌斯·卡西乌斯,因被认为企图夺取僭主统治并被定罪而被处死。
ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.
这些就是这一年里发生的事情。