Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §11.35.1-11.35.4

普拉提亚获胜传闻与两军决战准备

第 36 段,共 723 段 · 希腊语

内容简介

希腊军登陆次日传来普拉提亚获胜的传闻,列奥提基德斯以此鼓励士气。波斯人因怀疑军中希腊人而解除其武装并积极备战。

§11.35.1οἱ δʼ Ἕλληνες κατασκεψάμενοι τὰ κατʼ αὐτοὺς ἀπεβίβασαν τὴν δύναμιν.
希腊人在侦察了直面他们的局势后,让军队登陆。
τῇ δʼ ὑστεραίᾳ παρασκευαζομένων αὐτῶν τὰ πρὸς τὴν παράταξιν, προσέπεσε φήμη ὅτι νενικήκασιν οἱ Ἕλληνες τοὺς Πέρσας κατὰ τὰς Πλαταιάς.
第二天,当他们正在准备交战队形时,传来一个传闻,称希腊人在普拉提亚战胜了波斯人。
§11.35.2διόπερ οἱ μὲν περὶ Λεωτυχίδην ἀθροίσαντες ἐκκλησίαν, τὰ πλήθη παρεκάλεσαν εἰς τὴν μάχην, τά τε ἄλλα προφερόμενοι καὶ τὴν ἐν Πλαταιαῖς νίκην τραγῳδοῦντες, διʼ ἣν ὑπελάμβανον θρασυτέρους ποιήσειν τοὺς μέλλοντας ἀγωνίζεσθαι. θαυμαστὸν δὲ ἐγένετο τὸ ἀποτέλεσμα·
因此,列奥提基德斯及其同僚召集了大会,鼓舞众人投入战斗,他们不仅提出了其他各种论据,还戏剧性地宣扬了普拉提亚的胜利,认为通过这一消息可以使即将参战的人更加勇敢。
κατὰ γὰρ τὴν αὐτὴν ἡμέραν ἐφάνησαν αἱ παρατάξεις γεγενημέναι, ἥ τε πρὸς τῇ Μυκάλῃ συντελεσθεῖσα καὶ ἡ κατὰ τὰς Πλαταιὰς γενομένη.
而结果令人惊叹:因为事实表明,两场对决是在同一天进行的,即在米卡勒完成的那场战斗和在普拉提亚发生的那场战斗。
§11.35.3διόπερ ἔδοξαν οἱ περὶ τὸν Λεωτυχίδην οὔπω μὲν πεπυσμένοι περὶ τῆς νίκης, ἀφʼ ἑαυτῶν δὲ πλάττοντες τὴν εὐημερίαν, στρατηγήματος ἕνεκεν τοῦτο πεποιηκέναι·
因此,人们认为列奥提基德斯等人虽然当时尚未获悉胜利的消息,而是自己编造了这一吉兆,但出于策略的目的而这样做了。
τὸ γὰρ μέγεθος τοῦ διαστήματος ἤλεγχεν ἀδύνατον οὖσαν τὴν προσαγγελίαν.
因为距离之遥远证实了该消息的送达是不可能的。
§11.35.4οἱ δὲ τῶν Περσῶν ἡγεμόνες, ἀπίστως ἔχοντες τοῖς Ἕλλησι, τούτους μὲν ἀφώπλισαν, τὰ δὲ ὅπλα τοῖς ἑαυτῶν φίλοις παρέδωκαν·
而波斯人的指挥官们对希腊人抱有怀疑,便解除了他们的武装,将武器交给了自己的亲密伙伴。
παρακαλέσαντες δὲ τὰ πλήθη, καὶ τὸν Ξέρξην αὐτὸν μετὰ πολλῆς δυνάμεως εἰπόντες ἥξειν βοηθόν, ἐποίησαν ἅπαντας εὐθαρσεῖς πρὸς τὸν κίνδυνον.
他们鼓舞了众人,并声称薛西斯本人将率领大军前来援助,从而使所有人面对危险都充满了勇气。

词汇与语法注释

  1. §11.35.1τὰ κατʼ αὐτοὺς — 字面意思是“关于他们的事情”,但在此语境中,指直面希腊人的敌军(波斯军)的状况。
  2. §11.35.2ἐφάνησαν ... γεγενημέναι — 动词 φαίνομαι 连用分词 γεγενημέναι 表示客观事实(“证实已经发生”),这与连用不定式表示主观印象(“似乎发生”,带有不确定语气)的结构相区别。
  3. §11.35.3ἔδοξαν ... πεποιηκέναι — 动词 ἔδοξαν(“他们被认为……”)的主语是 οἱ περὶ τὸν Λεωτυχίδην,不定式 πεποιηκέναι 及其伴随的分词 πεπυσμένοι 和 πλάττοντες 均在主格上保持一致。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §11.35.1-11.35.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:11.35.1-11.35.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。