§11.31.1Μαρδόνιος δὲ συναναγκαζόμενος βαθεῖαν ποιῆσαι τὴν φάλαγγα, διέταξε τὴν δύναμιν ὅπως ποτʼ ἔδοξεν αὐτῷ συμφέρειν, καὶ μετὰ βοῆς ἀπήντησε τοῖς Ἕλλησιν.
马尔多尼奥斯因被迫加深其方阵,便以他认为有利的方式部署了军队,并呐喊着迎击希腊人。
ἔχων δὲ περὶ αὐτὸν τοὺς ἀρίστους πρῶτος ἐνέβαλεν εἰς τοὺς ἀντιτεταγμένους Λακεδαιμονίους, καὶ γενναίως ἀγωνισάμενος πολλοὺς ἀνεῖλε τῶν Ἑλλήνων·
他身边跟随着最精锐的士兵,率先攻入与他对抗的拉刻代蒙人中,勇敢地战斗,斩杀了许多希腊人。
ἀντιταχθέντων δὲ τῶν Λακεδαιμονίων εὐρώστως, καὶ πάντα κίνδυνον ὑπομενόντων προθύμως, πολὺς ἐγίνετο φόνος τῶν βαρβάρων.
但由于拉刻代蒙人顽强抵抗,甘愿并热切地承受一切危险,蛮族死伤惨重。
§11.31.2ἕως μὲν οὖν συνέβαινε τὸν Μαρδόνιον μετὰ τῶν ἐπιλέκτων προκινδυνεύειν, εὐψύχως ὑπέμενον τὸ δεινὸν οἱ βάρβαροι· ἐπεὶ δʼ ὅ τε Μαρδόνιος ἀγωνιζόμενος ἐκθύμως ἔπεσε καὶ τῶν ἐπιλέκτων οἱ μὲν ἀπέθανον, οἱ δὲ κατετρώθησαν, ἀνατραπέντες ταῖς ψυχαῖς πρὸς φυγὴν ὥρμησαν.
因此,只要马尔多尼奥斯与精选的士兵在危险的最前线战斗,蛮族就能勇敢地忍受险境;但当马尔多尼奥斯拼死战斗而阵亡,精选的士兵中有的战死,有的负伤,他们便丧失了斗志,开始溃逃。
§11.31.3ἐπικειμένων δὲ τῶν Ἑλλήνων, οἱ μὲν πλείους τῶν βαρβάρων εἰς τὸ ξύλινον τεῖχος συνέφυγον, τῶν δʼ ἄλλων οἱ μὲν μετὰ Μαρδονίου ταχθέντες Ἕλληνες εἰς τὰς Θήβας ἀνεχώρησαν, τοὺς δὲ λοιποὺς ὄντας πλείους τῶν τετρακισμυρίων ἀναλαβὼν Ἀρτάβαζος, ἀνὴρ παρὰ Πέρσαις ἐπαινούμενος, εἰς θάτερον μέρος ἔφυγε, καὶ σύντονον τὴν ἀναχώρησιν ποιησάμενος προῆγεν ἐπὶ τῆς Φωκίδος.
在希腊人的紧逼下,大部分蛮族逃往木墙避难,其余的人中,与马尔多尼奥斯并肩作战的希腊人退回了底比斯,而阿尔塔巴佐斯——一位在波斯人中广受赞誉的男子——率领其余四万多人的部队,向另一个方向逃跑,在快速退却后向佛基斯前进。