Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §11.29.1-11.29.4

希腊联军的誓约与进军普拉提亚

第 30 段,共 723 段 · 希腊语

内容简介

马尔多尼奥斯退回底比斯后,希腊联军在地峡集结并宣誓团结抗战,随后越过基塞龙山,在埃律特莱附近安营扎寨。

§11.29.1ἐπανελθόντος δὲ εἰς τὰς Θήβας τοῦ Μαρδονίου μετὰ τῆς δυνάμεως, ἔδοξε τοῖς συνέδροις τῶν Ἑλλήνων παραλαβεῖν τοὺς Ἀθηναίους, καὶ πανδημεὶ προσελθόντας εἰς τὰς Πλαταιὰς διαγωνίσασθαι περὶ τῆς ἐλευθερίας, εὔξασθαι δὲ καὶ τοῖς θεοῖς, ἐὰν νικήσωσιν, ἄγειν κατὰ ταύτην τὴν ἡμέραν τοὺς Ἕλληνας ἐλευθέρια κοινῇ, καὶ τὸν ἐλευθέριον ἀγῶνα συντελεῖν ἐν ταῖς Πλαταιαῖς.
当马尔多尼奥斯率军退回底比斯时,希腊人的代表们决定联合雅典人,全军向普拉提亚进发,为自由而战,并且向神明许愿,如果获胜,希腊人将在这一天共同庆祝自由节,并在普拉提亚举办自由竞技会。
§11.29.2συναχθέντων δὲ τῶν Ἑλλήνων εἰς τὸν Ἰσθμόν, ἐδόκει τοῖς πᾶσιν ὅρκον ὀμόσαι περὶ τοῦ πολέμου, τὸν στέξοντα μὲν τὴν ὁμόνοιαν αὐτῶν, ἀναγκάσοντα δὲ γενναίως τοὺς κινδύνους ὑπομένειν.
当希腊人在地峡集结时,所有人决定就战争宣誓,这一誓言将维系他们的团结,并迫使他们勇敢地面对危险。
§11.29.3ὁ δὲ ὅρκος ἦν τοιοῦτος· οὐ ποιήσομαι περὶ πλείονος τὸ ζῆν τῆς ἐλευθερίας, οὐδὲ καταλείψω τοὺς ἡγεμόνας οὔτε ζῶντας οὔτε ἀποθανόντας, ἀλλὰ τοὺς ἐν τῇ μάχῃ τελευτήσαντας τῶν συμμάχων πάντας θάψω, καὶ κρατήσας τῷ πολέμῳ τῶν βαρβάρων οὐδεμίαν τῶν ἀγωνισαμένων πόλεων ἀνάστατον ποιήσω, καὶ τῶν ἱερῶν τῶν ἐμπρησθέντων καὶ καταβληθέντων οὐδὲν ἀνοικοδομήσω, ἀλλʼ ὑπόμνημα τοῖς ἐπιγινομένοις ἐάσω καὶ καταλείψω τῆς τῶν βαρβάρων ἀσεβείας.
誓言内容如下:“我绝不把生命看得比自由更宝贵,也绝不抛弃我的领袖,无论他们活着还是死去;我将埋葬所有在战斗中牺牲的盟友;在战争中战胜蛮族之后,我绝不毁灭任何参与战斗的城市;我也绝不重建任何被焚毁和推倒的神殿,而是将它们保留下来,作为蛮族不敬神明的证据留给后代。
§11.29.4τὸν δὲ ὅρκον ὀμόσαντες ἐπορεύθησαν ἐπὶ τὴν Βοιωτίαν διὰ τοῦ Κιθαιρῶνος, καὶ πρὸς τὰς ὑπωρείας καταντήσαντες πλησίον τῶν Ἐρυθρῶν, αὐτοῦ κατεστρατοπέδευσαν.
” 宣誓之后,他们穿过基塞龙山向波奥蒂亚进发,并在埃律特莱附近的山脚扎营。
ἡγεῖτο δὲ τῶν μὲν Ἀθηναίων Ἀριστείδης, τῶν δὲ συμπάντων Παυσανίας, ἐπίτροπος ὢν τοῦ Λεωνίδου παιδός.
阿利斯提德统帅雅典人,而帕萨尼亚斯——他是列奥尼达之子的监护人——则统帅全军。

词汇与语法注释

  1. §11.29.1προσελθόντας — 尽管主句动词是支配与格 `τοῖς συνέδροις` 的非人称动词 `ἔδοξε`,但分词 `προσελθόντας` 采用了宾格,因为它充当不定式 `διαγωνίσασθαι` 的逻辑主语。这符合希腊语中不定式主语常采用宾格的常规语法习惯。
  2. §11.29.2τὸν στέξοντα — 带定冠词的将来时分词(`τὸν στέξοντα... ἀναγκάσοντα`)修饰单数阳性宾格的先行词 `ὅρκον`。它的作用类似于关系从句,用以表示目的、意图或该誓言所具有的属性和功能(“一纸将维系……的誓言”)。
  3. §11.29.3περὶ πλείονος — 这是意为“更重看、更珍视”的习惯表达 `περὶ πλείονος ποιοῦμαι` 的一部分,其中的 `πλείονος` 是价值属格。在此结构中,`τὸ ζῆν`(生存)是直接宾语,而 `τῆς ἐλευθερίας`(自由)是比较属格。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §11.29.1-11.29.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:11.29.1-11.29.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。