Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §11.22.1-11.22.6

哈米尔卡阵亡与希梅拉战役的胜利

第 23 段,共 723 段 · 希腊语

内容简介

盖隆的骑兵潜入迦太基营地杀死哈米尔卡并放火烧船,随后盖隆的主力部队发动进攻,与敌军激烈交战并取得决定性胜利,几乎全歼敌军。

§11.22.1τῶν δʼ ἱππέων ἅμα τῇ κατὰ τὸν ἥλιον ἀνατολῇ προσιππευσάντων τῇ ναυτικῇ τῶν Καρχηδονίων στρατοπεδείᾳ, καὶ προσδεχθέντων ὑπὸ τῶν φυλάκων ὡς συμμάχων, οὗτοι μὲν εὐθὺς προσδραμόντες τῷ Ἀμίλκᾳ περὶ τὴν θυσίαν γινομένῳ, τοῦτον μὲν ἀνεῖλον, τὰς δὲ ναῦς ἐνέπρησαν·
当骑兵们在日出时分骑马来到迦太基人的海军营地,并被守卫们作为盟友迎入时,他们立即奔向正在进行祭祀的哈米尔卡,将他杀死并放火烧毁了船只。
ἔπειτα τῶν σκοπῶν ἀράντων τὸ σύσσημον, ὁ Γέλων πάσῃ τῇ δυνάμει συντεταγμένῃ προῆγεν ἐπὶ τὴν παρεμβολὴν τῶν Καρχηδονίων.
随后,侦察兵升起了信号,盖隆率领整顿完毕的全军向迦太基人的营地挺进。
§11.22.2οἱ δὲ ἐν τῇ στρατοπεδείᾳ τῶν Φοινίκων ἡγεμόνες τὸ μὲν πρῶτον ἐξαγαγόντες τὴν δύναμιν ἀπήντων τοῖς Σικελιώταις καὶ συνάψαντες μάχην εὐρώστως ἠγωνίζοντο·
营地中的腓尼基将领们最初率军出迎西西里人,并与之交战,奋力拼杀。
ὁμοῦ δὲ ταῖς σάλπιγξιν ἐν ἀμφοτέροις τοῖς στρατοπέδοις ἐσήμαινον τὸ πολεμικόν, καὶ κραυγὴ τῶν δυνάμεων ἐναλλὰξ ἐγίνετο, φιλοτιμουμένων ἀμφοτέρων τῷ μεγέθει τῆς βοῆς ὑπερᾶραι τοὺς ἀντιτεταγμένους.
同时,两军营地中的军号吹响了战斗号角,两军的呐喊声此起彼伏,双方都力图在声音的宏大上压倒对峙的敌人。
§11.22.3πολλοῦ δὲ γενομένου φόνου, καὶ τῆς μάχης δεῦρο κἀκεῖσε ταλαντευομένης, ἄφνω τῆς κατὰ τὰς ναῦς φλογὸς ἀρθείσης εἰς ὕψος, καί τινων ἀπαγγειλάντων τὸν τοῦ στρατηγοῦ φόνον, οἱ μὲν Ἕλληνες ἐθάρρησαν, καὶ ταῖς φωναῖς καὶ ταῖς ἐλπίσι τῆς νίκης ἐπαρθέντες τοῖς φρονήμασιν ἐπέκειντο θρασύτερον τοῖς βαρβάροις, οἱ δὲ Καρχηδόνιοι καταπλαγέντες καὶ τὴν νίκην ἀπογνόντες πρὸς φυγὴν ἐτράπησαν.
在发生了大量杀戮、战斗在两边摇摆不定之时,突然船只方向的火焰高高升起,加之有人传报了将军的死讯,希腊人顿时士气大振,在欢呼声和胜利的希望中精神倍增,更加勇猛地向蛮族逼近;而迦太基人则惊恐万分,对胜利感到绝望,转身溃逃。
§11.22.4τοῦ δὲ Γέλωνος παραγγείλαντος μηδένα ζωγρεῖν, πολὺς ἐγένετο φόνος τῶν φευγόντων, καὶ πέρας κατεκόπησαν αὐτῶν οὐκ ἐλάττους τῶν πεντεκαίδεκα μυριάδων.
由于盖隆下令不留活口,逃跑者遭到了惨重的屠杀,最终他们之中被斩杀的人数不下十五万。
οἱ δὲ λοιποὶ φυγόντες ἐπί τινα τόπον ἐρυμνὸν τὸ μὲν πρῶτον ἠμύνοντο τοὺς βιαζομένους,ἄνυδρον δὲ κατειληφότες τόπον καὶ τῷ δίψει πιεζόμενοι ἠναγκάσθησαν ἑαυτοὺς παραδοῦναι τοῖς κρατοῦσι.
其余的人逃到一个险要的地方,起初还抵御着追击者,但由于他们占据的是一个无水之地,在干渴的折磨下,被迫向胜利者投降。
§11.22.5Γέλων δὲ ἐπιφανεστάτῃ μάχῃ νικήσας, καὶ ταύτην κατωρθωκὼς μάλιστα διὰ τῆς ἰδίας στρατηγίας, περιβόητον ἔσχε τὴν δόξαν οὐ μόνον παρὰ τοῖς Σικελιώταις, ἀλλὰ καὶ παρὰ τοῖς ἄλλοις ἅπασιν· §11.22.6οὐδεὶς γὰρ τῶν πρὸ αὐτοῦ μνημονεύεται τοιούτῳ στρατηγήματι κεχρημένος, οὐδὲ πλείονας ἐν μιᾷ παρατάξει κατακόψας τῶν βαρβάρων οὐδὲ πλῆθος αἰχμαλώτων τοσοῦτον χειρωσάμενος.
盖隆在一场极其辉煌的战役中获胜,并且这一成功主要归功于他自己的将才,这使他不仅在西西里人中,而且在所有其他人中都赢得了名扬天下的声誉;因为在他之前,没有任何人被记载曾使用过这样的策略,也没有人在单一会战中斩杀过如此多的蛮族,或俘获过如此庞大数量的俘虏。

词汇与语法注释

  1. 11.22.1τῶν δʼ ἱππέων ... οὗτοι μὲν — 作为属格绝对主语出现的 `τῶν δʼ ἱππέων`,在主句中直接被主格指示代名词 `οὗτοι μὲν` 重新承接。这是一种旨在强调语义连续性的破格(破格句法)现象。
  2. 11.22.2φιλοτιμουμένων ἀμφοτέρων τῷ μεγέθει τῆς βοῆς ὑπερᾶραι τοὺς ἀντιτεταγμένους — 表示原因的属格绝对结构。动词 `φιλοτιμέομαι`(力图、争相)带不定式 `ὑπερᾶραι`(超越、压倒),而 `τῷ μεγέθει`(在大小/宏大上)是表示方面或手段的与格。
  3. 11.22.6οὐδεὶς γὰρ τῶν πρὸ αὐτοῦ μνημονεύεται τοιούτῳ στρατηγήματι κεχρημένος — 被动语态的 `μνημονεύεται`(被记载、被提及)伴随主格分词 `κεχρημένος`(以及接下来的 `κατακόψας` 和 `χειρωσάμενος`),形成了表示“被记载曾做某事”的传闻或记忆句式。此处使用分词作为主格补足语,而非“对格+不定式”结构。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §11.22.1-11.22.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:11.22.1-11.22.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。