§11.21.1ὁ δὲ Γέλων καὶ αὐτὸς ἡτοιμακὼς ἦν τὴν δύναμιν, πυθόμενος δὲ τὴν τῶν Ἱμεραίων ἀθυμίαν ἀνέζευξεν ἐκ τῶν Συρακουσῶν κατὰ σπουδήν, ἔχων πεζοὺς μὲν οὐκ ἐλάττους τῶν πεντακισμυρίων, ἱππεῖς δὲ ὑπὲρ τοὺς πεντακισχιλίους.
而盖隆本人也已准备好了军队,在获悉希美拉人的气馁后,急忙从叙拉古出发,率领不少于五万的步兵和五千多名骑兵。
διανύσας δὲ ταχέως τὴν ὁδὸν καὶ πλησιάσας τῇ πόλει τῶν Ἱμεραίων, ἐποίησε θαρρεῖν τοὺς πρότερον καταπεπληγμένους τὰς τῶν Καρχηδονίων δυνάμεις.
他迅速走完路程,靠近希美拉城,使先前对迦太基军队感到恐惧的人们重新鼓起了勇气。
§11.21.2αὐτὸς μὲν γὰρ στρατοπεδείαν οἰκείαν βαλόμενος τῶν περὶ τὴν πόλιν τόπων, ταύτην μὲν ὠχύρωσε τάφρῳ βαθείᾳ καὶ χαρακώματι περιλαβών, τοὺς δʼ ἱππεῖς ἅπαντας ἐξαπέστειλεν ἐπὶ τοὺς κατὰ τὴν χώραν πλανωμένους τῶν πολεμίων καὶ περὶ τὰς ὠφελείας διατρίβοντας.
因为他自己首先在城市周围的地区建立了自己的营地,并用深沟和栅栏围起来加以巩固,然后派出了所有的骑兵去对付那些在原野上游荡、忙于搜刮物资的敌军。
οὗτοι δὲ παραδόξως ἐπιφανέντες διεσπαρμένοις ἀτάκτως κατὰ τὴν χώραν, τοσούτους ἀνῆγον αἰχμαλώτους ὅσους ἕκαστος ἄγειν ἠδύνατο.
这些骑兵出人意料地出现在无序分散在原野上的敌军面前,每个人都尽可能多地带回了俘虏。
εἰσαχθέντων δὲ αἰχμαλώτων εἰς τὴν πόλιν πλειόνων ἢ μυρίων, ὁ μὲν Γέλων μεγάλης ἀποδοχῆς ἐτύγχανεν, οἱ δὲ κατὰ τὴν Ἱμέραν κατεφρόνησαν τῶν πολεμίων.
随着一万多名俘虏被带入城内,盖隆受到了极大的热烈欢迎,而希美拉的人们也开始轻视起敌人来。
§11.21.3ἀκόλουθα δὲ τούτοις πράττων ὁ μὲν Γέλων ἁπάσας τὰς πύλας, ἃς διὰ φόβον πρότερον ἐνῳκοδόμησαν οἱ περὶ Θήρωνα, ταύτας τοὐναντίον διὰ τὴν καταφρόνησιν ἐξῳκοδόμησε, καὶ ἄλλας προσκατεσκεύασε, διʼ ὧν ἦν εὐχρηστεῖσθαι πρὸς τὰς κατεπειγούσας χρείας.
与此相应地,盖隆反而因轻视敌人,将塞隆的手下先前因恐惧而用砖石封死的所有城门全部拆开,并且另外增建了其他城门,以便随时应对紧急需要。
καθόλου δὲ Γέλων στρατηγίᾳ καὶ συνέσει διαφέρων εὐθὺς ἐζήτει, διʼ οὗ τρόπου καταστρατηγήσας τοὺς βαρβάρους ἀκινδύνως αὐτῶν ἄρδην ἀνελεῖ τὴν δύναμιν.
总之,在将才和智慧上都出类拔萃的盖隆,立即开始寻找能够智取蛮族并在毫无危险的情况下彻底消灭其军队的方法。
συνεβάλετο δὲ αὐτῷ καὶ τὸ αὐτόματον πρὸς τὴν ἐπίνοιαν μεγάλα, τοιαύτης γενομένης περιστάσεως.
而偶然的机遇也对他的计划起到了极大的推动作用,因为发生了如下的情况。
§11.21.4κρίναντος αὐτοῦ τὰς τῶν πολεμίων ναῦς ἐμπρῆσαι, καὶ τοῦ Ἀμίλκα διατρίβοντος μὲν κατὰ τὴν ναυτικὴν στρατοπεδείαν, παρασκευαζομένου δὲ θύειν τῷ Ποσειδῶνι μεγαλοπρεπῶς, ἧκον ἀπὸ τῆς χώρας ἱππεῖς ἄγοντες πρὸς τὸν Γέλωνα βιβλιαφόρον ἐπιστολὰς κομίζοντα παρὰ Σελινουντίων, ἐν αἷς ἦν γεγραμμένον, ὅτι πρὸς ἣν ἔγραψεν ἡμέραν Ἀμίλκας ἀποστεῖλαι τοὺς ἱππεῖς, πρὸς αὐτὴν ἐκπέμψουσιν.
在他决定放火烧毁敌船,而哈米尔卡正逗留在海军营地并准备向波塞冬献上盛大祭祀的时候,骑兵们从原野上带了一个信使来见盖隆,信使携带着塞利努斯人写来的信,信中写道,哈米尔卡写信要求他们派出骑兵的那一天,他们就会把骑兵送去。
§11.21.5οὔσης δὲ τῆς ἡμέρας ταύτης καθʼ ἣν ἔμελλε συντελεῖν τὴν θυσίαν Ἀμίλκας, κατὰ ταύτην Γέλων ἀπέστειλεν ἰδίους ἱππεῖς, οἷς ἦν προστεταγμένον περιελθεῖν τοὺς πλησίον τόπους καὶ προσελαύνειν ἅμʼ ἡμέρᾳ πρὸς τὴν ναυτικὴν στρατοπεδείαν, ὡς ὄντας Σελινουντίων συμμάχους, γενομένους δʼ ἐντὸς τοῦ ξυλίνου τείχους τὸν μὲν Ἀμίλκαν ἀποκτεῖναι, τὰς δὲ ναῦς ἐμπρῆσαι.
既然这一天正是哈米尔卡准备举行祭祀的日子,盖隆就在这天派出了自己的骑兵,命令他们绕道附近地区,并在黎明时分骑马向海军营地进发,伪装成塞利努斯人的盟友,一旦进入木墙内部,就杀死哈米尔卡并放火烧毁船只。
ἐξέπεμψε δὲ καὶ σκοποὺς εἰς τοὺς ὑπερκειμένους λόφους, οἷς προσέταξεν, ὅταν ἴδωσι τοὺς ἱππεῖς γενομένους ἐντὸς τοῦ τείχους, ἆραι τὸ σύσσημον.
他还派了侦察兵到上方的丘陵上,命令他们一旦看到骑兵进入墙内,就升起信号。
αὐτὸς δʼ ἅμʼ ἡμέρᾳ τὴν δύναμιν διατεταχὼς ἀνέμενε τὴν ἀπὸ τῶν σκοπῶν ἐσομένην δήλωσιν.
他自己则在黎明时分布署好军队,等待着侦察兵发出的信号。