§11.22.1τῶν δʼ ἱππέων ἅμα τῇ κατὰ τὸν ἥλιον ἀνατολῇ προσιππευσάντων τῇ ναυτικῇ τῶν Καρχηδονίων στρατοπεδείᾳ, καὶ προσδεχθέντων ὑπὸ τῶν φυλάκων ὡς συμμάχων, οὗτοι μὲν εὐθὺς προσδραμόντες τῷ Ἀμίλκᾳ περὶ τὴν θυσίαν γινομένῳ, τοῦτον μὲν ἀνεῖλον, τὰς δὲ ναῦς ἐνέπρησαν·
一方、騎兵たちが日の出とともにカルタゴ人の海軍陣営へと馬を走らせ、守衛たちに同盟兵として迎え入れられると、彼らはただちに、生け贄の儀式を行っていたハミルカルのもとへ駆け寄り、彼を殺害して、船に火を放った。
ἔπειτα τῶν σκοπῶν ἀράντων τὸ σύσσημον, ὁ Γέλων πάσῃ τῇ δυνάμει συντεταγμένῃ προῆγεν ἐπὶ τὴν παρεμβολὴν τῶν Καρχηδονίων.
それから斥候たちが合図を掲げると、ゲロンは整列した全軍を率いてカルタゴ人の陣営に向かって進軍した。
§11.22.2οἱ δὲ ἐν τῇ στρατοπεδείᾳ τῶν Φοινίκων ἡγεμόνες τὸ μὲν πρῶτον ἐξαγαγόντες τὴν δύναμιν ἀπήντων τοῖς Σικελιώταις καὶ συνάψαντες μάχην εὐρώστως ἠγωνίζοντο·
フェニキア人の陣営にいた将軍たちは、最初は軍勢を率いて出てシケリア人に立ち向かい、交戦を開始して力強く戦った。
ὁμοῦ δὲ ταῖς σάλπιγξιν ἐν ἀμφοτέροις τοῖς στρατοπέδοις ἐσήμαινον τὸ πολεμικόν, καὶ κραυγὴ τῶν δυνάμεων ἐναλλὰξ ἐγίνετο, φιλοτιμουμένων ἀμφοτέρων τῷ μεγέθει τῆς βοῆς ὑπερᾶραι τοὺς ἀντιτεταγμένους.
同時に、両陣営でラッパが進軍の合図を響かせ、両軍の叫び声が交互に沸き起こった。 双方がその叫び声の大きさで対峙する敵を圧倒しようと競い合ったからである。
§11.22.3πολλοῦ δὲ γενομένου φόνου, καὶ τῆς μάχης δεῦρο κἀκεῖσε ταλαντευομένης, ἄφνω τῆς κατὰ τὰς ναῦς φλογὸς ἀρθείσης εἰς ὕψος, καί τινων ἀπαγγειλάντων τὸν τοῦ στρατηγοῦ φόνον, οἱ μὲν Ἕλληνες ἐθάρρησαν, καὶ ταῖς φωναῖς καὶ ταῖς ἐλπίσι τῆς νίκης ἐπαρθέντες τοῖς φρονήμασιν ἐπέκειντο θρασύτερον τοῖς βαρβάροις, οἱ δὲ Καρχηδόνιοι καταπλαγέντες καὶ τὴν νίκην ἀπογνόντες πρὸς φυγὴν ἐτράπησαν.
多くの殺戮が生じ、戦闘がこちらへあちらへと揺れ動いていた時、突然、船の方で炎が高く舞い上がり、また何人かが将軍の死を知らせると、ギリシア人たちは勇気づけられ、歓声と勝利への希望によって気勢を上げて、より果敢に蛮族に襲いかかった。 一方、カルタゴ人たちは恐怖に打たれ、勝利をあきらめて敗走した。
§11.22.4τοῦ δὲ Γέλωνος παραγγείλαντος μηδένα ζωγρεῖν, πολὺς ἐγένετο φόνος τῶν φευγόντων, καὶ πέρας κατεκόπησαν αὐτῶν οὐκ ἐλάττους τῶν πεντεκαίδεκα μυριάδων.
ゲロンが誰も生け捕りにしてはならないと命令したため、逃走する者たちの凄まじい殺戮が行われ、最終的には彼らのうち十五万人を下らない人々が斬り殺された。
οἱ δὲ λοιποὶ φυγόντες ἐπί τινα τόπον ἐρυμνὸν τὸ μὲν πρῶτον ἠμύνοντο τοὺς βιαζομένους,ἄνυδρον δὲ κατειληφότες τόπον καὶ τῷ δίψει πιεζόμενοι ἠναγκάσθησαν ἑαυτοὺς παραδοῦναι τοῖς κρατοῦσι.
残りの者たちはある険しい場所に逃れて最初は追撃してくる者たちを防いでいたが、そこが水のない場所であったため、渇きに苦しめられて、勝者に自らを降伏せざるを得なくなった。
§11.22.5Γέλων δὲ ἐπιφανεστάτῃ μάχῃ νικήσας, καὶ ταύτην κατωρθωκὼς μάλιστα διὰ τῆς ἰδίας στρατηγίας, περιβόητον ἔσχε τὴν δόξαν οὐ μόνον παρὰ τοῖς Σικελιώταις, ἀλλὰ καὶ παρὰ τοῖς ἄλλοις ἅπασιν·
ゲロンは極めて名高い戦いに勝利し、またこの勝利を主に自身の将才によって成し遂げたため、シケリア人の間だけでなく、他のすべての人々の間でもその名声を広く轟かせた。
§11.22.6οὐδεὶς γὰρ τῶν πρὸ αὐτοῦ μνημονεύεται τοιούτῳ στρατηγήματι κεχρημένος, οὐδὲ πλείονας ἐν μιᾷ παρατάξει κατακόψας τῶν βαρβάρων οὐδὲ πλῆθος αἰχμαλώτων τοσοῦτον χειρωσάμενος.
なぜなら、彼以前の者で、このような策略を用いた者、あるいは一度の会戦でこれほど多くの蛮族を斬り殺した者、あるいはこれほど多くの捕虜を屈服させた者は、一人も記録されていないからである。