§11.14.1ἅμα δὲ τούτοις πραττομένοις Ξέρξης ἀπὸ τῶν Θερμοπυλῶν ἀναζεύξας προῆγε διὰ τῆς Φωκέων χώρας, πορθῶν μὲν τὰς πόλεις, καταφθείρων δὲ τὰς ἐπὶ τῆς χώρας κτήσεις.
当这些事情正在进行时,薛西斯从泰摩皮莱出发,穿过福基斯人的领地前进,一路上劫掠城镇,摧毁乡间的财产。
οἱ δὲ Φωκεῖς τὰ τῶν Ἑλλήνων ᾑρημένοι, καὶ θεωροῦντες αὐτοὺς οὐκ ἀξιομάχους ὄντας, τὰς μὲν πόλεις ἁπάσας ἐξέλιπον πανδημεί, πρὸς δὲ τὰς δυσχωρίας τὰς ἐν τῷ Παρνασσῷ κατέφυγον.
而福基斯人因选择了希腊人的一方,且看到希腊人无力抵抗,便全体撤离了所有的城市,逃往帕纳塞斯山中险阻的地方。
§11.14.2μετὰ δὲ ταῦτα ὁ βασιλεὺς τὴν μὲν τῶν Δωριέων χώραν διεξιὼν οὐδὲν ἠδίκει· συνεμάχουν γὰρ Πέρσαις·
在此之后,国王穿过多里斯人的领地,没有给他们带来任何伤害;因为他们与波斯人结盟。
αὐτοῦ δὲ μέρος μὲν τῆς δυνάμεως ἀπέλιπε, καὶ προσέταξεν εἰς Δελφοὺς ἰέναι καὶ τὸ μὲν τέμενος τοῦ Ἀπόλλωνος ἐμπρῆσαι, τὰ δὲ ἀναθήματα συλῆσαι, αὐτὸς δὲ μετὰ τῶν ἄλλων βαρβάρων προελθὼν εἰς τὴν Βοιωτίαν κατεστρατοπέδευσεν.
他在那里留下了自己的一部分军队,并命令他们前往德尔斐,烧毁阿波罗的神域并掠夺供奉的祭品,而他自己则率领其余的蛮族前进到波奥蒂亚并驻扎下来。
§11.14.3οἱ δʼ ἐπὶ τὴν σύλησιν τοῦ μαντείου πεμφθέντες προῆλθον μὲν μέχρι τοῦ ναοῦ τῆς Προναίας Ἀθηνᾶς, ἐνταῦθα δὲ παραδόξως ὄμβρων μεγάλων καὶ κεραυνῶν πολλῶν ἐκ τοῦ περιέχοντος πεσόντων, πρὸς δὲ τούτοις τῶν χειμώνων πέτρας μεγάλας ἀπορρηξάντων εἰς τὸ στρατόπεδον τῶν βαρβάρων, συνέβη διαφθαρῆναι συχνοὺς τῶν Περσῶν, πάντας δὲ καταπλαγέντας τὴν τῶν θεῶν ἐνέργειαν φυγεῖν ἐκ τῶν τόπων.
至于那些被派去掠夺神谕所的人,他们推进到了普罗奈亚·雅典娜神庙,但就在那里,出乎意料地,大雨和密集的雷电从天空中倾泻而下,此外,风暴还将巨大的岩石击碎并坠入蛮族的营地,结果导致了许多波斯人丧生,所有人因对神明彰显的力量感到惊恐,纷纷从这些地方逃离。
§11.14.4τὸ μὲν οὖν ἐν Δελφοῖς μαντεῖον δαιμονίᾳ τινὶ προνοίᾳ τὴν σύλησιν διέφυγεν· οἱ δὲ Δελφοὶ τῆς τῶν θεῶν ἐπιφανείας ἀθάνατον ὑπόμνημα καταλιπεῖν τοῖς μεταγενεστέροις βουλόμενοι, τρόπαιον ἔστησαν παρὰ τὸ τῆς Προναίας Ἀθηνᾶς ἱερόν, ἐν ᾧ τόδε τὸ ἐλεγεῖον ἐνέγραψαν,
"
μνᾶμά τʼ ἀλεξάνδρου πολέμου καὶ μάρτυρα νίκας
Δελφοί με στᾶσαν, Ζανὶ χαριζόμενοι
σὺν Φοίβῳ, πτολίπορθον ἀπωσαμένοις στίχα Μήδων
καὶ χαλκοστέφανον ῥυσαμένοις τέμενος. "
因此,德尔斐的神谕所凭借某种神圣的指引免遭劫掠;而德尔斐人希望给后世留下神明显现的永恒纪念,便在普罗奈亚·雅典娜的神殿旁立起了一座纪念碑,并在上面刻下了如下的哀歌双行诗: "作为抵御战争的纪念与胜利的见证,德尔斐人立起了我,向宙斯与福玻斯表示感谢,他们击退了毁灭城市的米底人行列,并拯救了戴着青铜冠冕的神域。
§11.14.5Ξέρξης δὲ διὰ τῆς Βοιωτίας διεξιὼν τὴν μὲν τῶν Θεσπιέων χώραν κατέφθειρε, τὰς δὲ Πλαταιὰς ἐρήμους οὔσας ἐνέπρησεν· οἱ γὰρ ἐν ταῖς πόλεσι ταύταις κατοικοῦντες ἐπεφεύγεσαν εἰς Πελοπόννησον πανδημεί.
"薛西斯穿过波奥蒂亚,蹂躏了塞斯皮亚人的领地,并烧毁了空无一人的普拉提亚;因为这些城市的居民已全体逃往伯罗奔尼撒。
μετὰ δὲ ταῦτα εἰς τὴν Ἀττικὴν ἐμβαλόντες τὴν μὲν χώραν ἐδῄωσαν, τὰς δὲ Ἀθήνας κατέσκαψαν καὶ τοὺς τῶν θεῶν ναοὺς ἐνέπρησαν.
在此之后,他们侵入阿提卡,蹂躏了那里的土地,拆毁了雅典,并烧毁了诸神的庙宇。
τοῦ δὲ βασιλέως περὶ ταῦτα διατρίβοντος, κατέπλευσεν ὁ στόλος ἐκ τῆς Εὐβοίας εἰς τὴν Ἀττικήν, πεπορθηκὼς τήν τε Εὔβοιαν καὶ τὴν παράλιον τῆς Ἀττικῆς.
当国王在这些事情上耗费时间时,舰队从优卑亚驶抵阿提卡,此前他们已经劫掠了优卑亚和阿提卡的沿海地区。