§7.350ᾤκουν δὴ τὸ μετὰ τοῦτο ἔξω τῆς ἀκροπόλεως ἐν τοῖς μισθοφόροις·
此后,我便住在卫城之外的雇佣兵营中。
προσιόντες δέ μοι ἄλλοι τε καὶ οἱ τῶν ὑπηρεσιῶν ὄντες Ἀθήνηθεν, ἐμοὶ πολῖται, ἀπήγγελλον ὅτι διαβεβλημένος εἴην ἐν τοῖς πελτασταῖς καί μοί τινες ἀπειλοῖεν, εἴ που λήψονταί με, διαφθερεῖν.
有一些人,以及那些来自雅典的仆从——他们是我的同胞公民——来到我这里,向我报告说,我在轻盾兵中受到了诽谤,并且有人威胁说,一旦在任何地方抓到我,就要把我杀掉。
μηχανῶμαι δή τινα τοιάνδε σωτηρίαν.
于是我策划了如下的安全自救办法。
πέμπω παρʼ Ἀρχύτην καὶ τοὺς ἄλλους φίλους εἰς Τάραντα, φράζων ἐν οἷς ὢν τυγχάνω·
我派人去塔兰托的阿尔库塔斯和我的其他朋友那里,告知他们我所处的境遇。
οἱ δὲ πρόφασίν τινα πρεσβείας πορισάμενοι παρὰ τῆς πόλεως πέμπουσιν τριακόντορόν τε καὶ Λαμίσκον αὑτῶν ἕνα, ὃς ἐλθὼν ἐδεῖτο Διονυσίου περὶ ἐμοῦ, λέγων ὅτι βουλοίμην ἀπιέναι, καὶ μηδαμῶς ἄλλως ποιεῖν.
他们通过城邦设法找到了派遣使团的借口,派出了一艘三十桨船以及他们中的一员拉米斯库斯。 拉米斯库斯到达后,替我请求狄奥尼修斯,说我希望离去,让他无论如何不要阻拦。
ὁ δὲ συνωμολόγησεν καὶ ἀπέπεμψεν ἐφόδια δούς, τῶν Δίωνος δὲ χρημάτων οὔτʼ ἐγὼ ἔτι ἀπῄτουν οὔτε τις ἀπέδωκεν.
狄奥尼修斯同意了,并提供旅费把我送走。 但至于迪翁的财产,我不再要求归还,也没有人交出来。
ἐλθὼν δὲ εἰς Πελοπόννησον εἰς Ὀλυμπίαν, Δίωνα καταλαβὼν θεωροῦντα, ἤγγελλον τὰ γεγονότα·
我来到伯罗奔尼撒的奥林匹亚,发现迪翁正在观看竞技会,便向他报告了所发生的一切。
ὁ δὲ τὸν Δία ἐπιμαρτυράμενος εὐθὺς παρήγγελλεν ἐμοὶ καὶ τοῖς ἐμοῖς οἰκείοις καὶ φίλοις παρασκευάζεσθαι τιμωρεῖσθαι Διονύσιον, ἡμᾶς μὲν ξεναπατίας χάριν—οὕτω γὰρ ἔλεγέν τε καὶ ἐνόει— αὐτὸν δʼ ἐκβολῆς ἀδίκου καὶ φυγῆς.
他立即请宙斯作证,号召我和我的亲属及朋友们准备向狄奥尼修斯复仇——由于对客人的欺骗(因为他确实是这样说、也是这样想的),而对他自己则是由于不义的驱逐和流放。
ἀκούσας δʼ ἐγὼ τοὺς μὲν φίλους παρακαλεῖν αὐτὸν ἐκέλευον, εἰ βούλοιντο· ἐμὲ δʼ
εἶπον ὅτι
σὺ μετὰ τῶν ἄλλων βίᾳ τινὰ τρόπον σύσσιτον καὶ συνέστιον καὶ κοινωνὸν ἱερῶν Διονυσίῳ ἐποίησας, ὃς ἴσως ἡγεῖτο διαβαλλόντων πολλῶν ἐπιβουλεύειν ἐμὲ μετὰ σοῦ ἑαυτῷ καὶ τῇ τυραννίδι, καὶ ὅμως οὐκ ἀπέκτεινεν, ᾐδέσθη δέ.
我听了之后,告诉他如果他的朋友们愿意,就去号召他们; “但是至于我,”我说,“你和其他人一起,以某种强力使我成为狄奥尼修斯的同餐共食者、同灶相处者和祭祀的分享者。 他可能因为许多人诽谤我,而认为我和你一起图谋反对他自己和他的僭主统治,但尽管如此,他并没有杀我,而是有所顾忌。
οὔτʼ οὖν ἡλικίαν ἔχω συμπολεμεῖν ἔτι σχεδὸν οὐδενί, κοινός τε ὑμῖν εἰμι, ἄν ποτέ τι πρὸς ἀλλήλους δεηθέντες φιλίας ἀγαθόν τι ποιεῖν βουληθῆτε· κακὰ δὲ ἕως ἂν ἐπιθυμῆτε, ἄλλους παρακαλεῖτε.
因此,我的年龄已经不允许我再为几乎任何人和谁并肩作战了,如果你们什么时候需要彼此的友谊,想要互相做些好事,我对你们双方都是中立的;但只要你们渴望恶行,就去号召别人吧。
ταῦτα εἶπον μεμισηκὼς τὴν περὶ Σικελίαν πλάνην καὶ ἀτυχίαν·
” 我说这些话是因为我厌恶在西西里的漫游和不幸。
ἀπειθοῦντες δὲ καὶ οὐ πειθόμενοι ταῖς ὑπʼ ἐμοῦ διαλλάξεσιν πάντων τῶν νῦν γεγονότων κακῶν αὐτοὶ αἴτιοι ἐγένοντο αὑτοῖς, ὧν, εἰ Διονύσιος ἀπέδωκεν τὰ χρήματα Δίωνι ἢ καὶ παντάπασι κατηλλάγη, οὐκ ἄν ποτε ἐγένετο οὐδέν, ὅσα γε δὴ τἀνθρώπινα—Δίωνα γὰρ ἐγὼ καὶ τῷ βούλεσθαι καὶ τῷ δύνασθαι κατεῖχον ἂν ῥᾳδίως—νῦν δὲ ὁρμήσαντες ἐπʼ ἀλλήλους κακῶν πάντα ἐμπεπλήκασιν.
然而,他们不听从,也不接受我所做的调解,结果他们自己成了目前所发生的一切灾难的始作俑者。 如果狄奥尼修斯归还了迪翁的财产,或者与他彻底和解,在人类力量的范围内,这一切灾难就绝不会发生——因为无论是凭迪翁的意愿还是他的能力,我都能轻易地劝阻他——但现在,他们互相冲向对方,使一切都充满了灾难。
§7.351καίτοι τήν γε αὐτὴν δίων εἶχεν βούλησιν ἥνπερ ἂν ἐγὼ φαίην δεῖν ἐμὲ καὶ ἄλλον, ὅστις μέτριος, περί τε τῆς αὑτοῦ δυνάμεως καὶ φίλων καὶ περὶ πόλεως τῆς αὑτοῦ διανοοῖτʼ ἂν εὐεργετῶν ἐν δυνάμει καὶ τιμαῖσιν γενέσθαι τὰ μέγιστα ἐν ταῖς μεγίσταις.
然而,迪翁持有的志向,正是我和任何其他有节制的人对自己的权力、朋友以及自己的城邦所应该持有的志向——那就是在掌握权力和享有最高荣誉的同时,能够施予最大的恩惠。
ἔστιν δὲ οὐκ ἄν τις πλούσιον ἑαυτὸν ποιήσῃ καὶ ἑταίρους καὶ πόλιν, ἐπιβουλεύσας καὶ συνωμότας συναγαγών, πένης ὢν καὶ ἑαυτοῦ μὴ κρατῶν, ὑπὸ δειλίας τῆς πρὸς τὰς ἡδονὰς ἡττημένος, εἶτα τοὺς τὰς οὐσίας κεκτημένους ἀποκτείνας, ἐχθροὺς καλῶν τούτους, διαφορῇ τὰ τούτων χρήματα καὶ τοῖς συνεργοῖς τε καὶ ἑταίροις παρακελεύηται ὅπως μηδεὶς αὐτῷ ἐγκαλεῖ πένης φάσκων εἶναι· ταὐτὸν δὲ καὶ τὴν πόλιν ἂν οὕτω τις εὐεργετῶν τιμᾶται ὑπʼ αὐτῆς, τοῖς πολλοῖς τὰ τῶν ὀλίγων ὑπὸ ψηφισμάτων διανέμων, ἢ μεγάλης προεστὼς πόλεως καὶ πολλῶν ἀρχούσης ἐλαττόνων, τῇ ἑαυτοῦ πόλει τὰ τῶν σμικροτέρων χρήματα διανέμῃ μὴ κατὰ δίκην.
但一个人是不可能通过阴谋和集结同谋者来使自己、同伴和城邦富有的,如果他自己贫穷且不能自制,因对享乐的怯懦而屈服,进而杀死那些拥有财产的人,称他们为敌人,掠夺他们的财产,并告诫他的合作者和同伴不要抱怨自己贫穷;同样,如果有人通过这种方式向城邦施恩而受到城邦的尊敬,通过法令将少数人的财产分配给多数人,或者在一个统治着许多小城邦的大城邦中当政,不公正地将那些较小城邦的财产分配给自己的城邦,这也是不可能的。
οὕτω μὲν γὰρ οὔτε δίων οὔτε ἄλλος πετὲ οὐδεὶς ἐπὶ δύναμιν ἑκὼν εἶσιν ἀλιτηριώδη ἑαυτῷ τε καὶ γένει εἰς τὸν ἀεὶ χρόνον, ἐπὶ πολιτείαν δὲ καὶ νόμων κατασκευὴν τῶν δικαιοτάτων τε καὶ ἀρίστων, οὔ τι διʼ ὀλιγίστων θανάτων καὶ φόνων γιγνομένην·
因为以这种方式,无论是迪翁还是其他任何人,都不会自愿去追求那种给自己和子孙后代带来永久灾难的罪恶权力,而是去追求建立最公正、最完美的政体和法律,而这并不是通过极少数人的死亡和屠杀来实现的。
ἃ δὴ δίων νῦν πράττων, προτιμήσας τὸ πάσχειν ἀνόσια τοῦ δρᾶσαι πρότερον, διευλαβούμενος δὲ μὴ παθεῖν, ὅμως ἔπταισεν ἐπʼ ἄκρον ἐλθὼν τοῦ περιγενέσθαι τῶν ἐχθρῶν, θαυμαστὸν παθὼν οὐδέν.
这正是迪翁最近所做的,他宁愿遭受不义,也不愿先施加不义,尽管他小心防范不遭受不义,但他在即将彻底战胜敌人的前夕还是跌倒了,这并没有什么可惊奇的。
ὅσιος γὰρ ἄνθρωπος ἀνοσίων πέρι, σώφρων τε καὶ ἔμφρων, τὸ μὲν ὅλον οὐκ ἄν ποτε διαψευσθείη τῆς ψυχῆς τῶν τοιούτων πέρι, κυβερνήτου δὲ ἀγαθοῦ πάθος ἂν ἴσως οὐ θαυμαστὸν εἰ πάθοι, ὃν χειμὼν μὲν ἐσόμενος οὐκ ἂν πάνυ λάθοι, χειμώνων δὲ ἐξαίσιον καὶ ἀπροσδόκητον μέγεθος λάθοι τʼ ἂν καὶ λαθὸν κατακλύσειεν βίᾳ.
因为一个神圣的人对于不敬的人,或者一个节制而聪明的人,在总体上决不会对这类人的灵魂完全看错,但他可能会遭受一个优秀船长所遭受的遭遇,船长对于即将到来的暴风雨绝不会完全察觉不到,但他可能会忽略暴风雨异乎寻常且出乎意料的巨大,并因为忽略而被暴风雨以强力吞没。
ταὐτὸν δὴ καὶ Δίωνα ἔσφηλεν· κακοὶ μὲν γὰρ ὄντες αὐτὸν σφόδρα οὐκ ἔλαθον οἱ σφήλαντες, ὅσον δὲ ὕψος ἀμαθίας εἶχον καὶ τῆς ἄλλης μοχθηρίας τε καὶ λαιμαργίας, ἔλαθον, ᾧ δὴ σφαλεὶς κεῖται, Σικελίαν πένθει περιβαλὼν μυρίῳ.
这正是使迪翁绊倒的原因;因为那些绊倒他的人是恶人,这绝没有逃过他的眼睛,但他们愚昧的深度以及其他卑劣和贪婪的程度,却逃过了他的眼睛,他也正是因此而被绊倒,倒了下去,使西西里陷入了无尽的哀悼之中。
§7.352τὰ δὴ μετὰ τὰ νῦν ῥηθέντα ἃ συμβουλεύω, σχεδὸν εἴρηταί τέ μοι καὶ εἰρήσθω·
至于现在所说之话后我所建议的事,几乎已经说过了,就当做已经说过了吧。
ὧν δʼ ἐπανέλαβον ἕνεκα τὴν εἰς Σικελίαν ἄφιξιν τὴν δευτέραν, ἀναγκαῖον εἶναι ἔδοξέ μοι ῥηθῆναι δεῖν διὰ τὴν ἀτοπίαν καὶ ἀλογίαν τῶν γενομένων.
但我之所以重新提起第二次去西西里的经历,是因为发生的事情奇特和不合常理,我觉得有必要说出来。
εἰ δʼ ἄρα τινὶ νῦν ῥηθέντα εὐλογώτερα ἐφάνη καὶ προφάσεις πρὸς τὰ γενόμενα ἱκανὰς ἔχειν ἔδοξέν τῳ, μετρίως ἂν ἡμῖν καὶ ἱκανῶς εἴη τὰ νῦν εἰρημένα.
如果有人觉得现在所说的话更有道理,并且认为对发生的事情有足够的解释,那么我们现在所说的话就是适度且充分的了。